a.
ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι.b.
οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν.c.
οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος.d.
τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν᾿ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ 2 πρὸς τὸ λάμβανε, ἵν᾿ ᾖ ἀπολάμβανε.e.
ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη. 3h.
πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων ἔκειντο αἱ κιθάραι· καὶ Ὅμηρος (α 440) · πασσάλῳ ἐγκρεμάσας· διὰ τὸ ἕτοιμον εἶναι εἰς τὸ ἀναλαβεῖν.i.
ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.