c.
ἀκαταλλήλως δὲ τῷ δρέπων τὸ ἀγλαΐζεται ἐπενήνοχεν. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος, ἵν᾿ ᾖ καλλωπιζόμενος ἐπὶ τῷ τῆς μουσικῆς κάλλει, τουτέστι τῆς ᾠδῆς. 5d.
ἄλλως· ἀγλαΐζεται δὲ: ἀκαταλλήλως τῷ δρέπων τὸ ἀγλαΐζεται. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος ἐν τῷ τῆς μουσικῆς ἄνθει καὶ τῇ ᾠδῇ, ἤτοι μουσικὸς ὢν ἢ περὶ τὴν μουσικὴν διακείμενος.e.
φίλην δὲ τράπεζαν, ἢ ὅτι κατὰ τὸ ἀναγκαῖον συνεστιῶνται· ἢ ὅτι ἐκ ταύτης αἱ φιλίαι.i.
ἀώτῳ δὲ τῆς ᾠδῆς ἄνθει, τουτέστιν ἐν ταῖς 13 ᾠδαῖς. οὐδὲν γὰρ ἕτερον ἢ μουσικῆς ἄνθος αἱ ᾠδαί.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.