b.
ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ᾿ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι.c.
ἢ οὕτω· τὸ παρ᾿ ἡμέραν γινόμενον· 3 τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται.d.
ἄλλως· τὸ δὲ καθ᾿ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀνθρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται 4 ἀγαθόν.e.
ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα 5 καθ᾿ ἥν τις στέφεται τιμιωτάτη ἐστίν.f.
ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν 6 προτέρων εὐτυχημάτων.g.
ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ᾿ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.