a.
ὁ νικῶν δὲ: ἐξωθεν ἀκουστέον τὸν Ὀλυμπιακὸν 1 ἀγῶνα.b.
ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ ὄντος | ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς 2 δόξης.c.
ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον 3 διάγει ἐν τῇ γῇ μέλι ῥεούσῃ.d.
μελιτόεσσαν εὐδίαν: ἀντὶ τοῦ, [ἔχει] ἡδεῖαν ἀνάπαυσιν.e.
ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι᾿ ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀ|λύμπια 4 ἕνεκα τῶν ἄλλων ἄθλων ἐν εὐδίᾳ ἐστίν· οὐκέτι γὰρ φιλοδοξεῖ οὐδὲ ἐπιθυμεῖ νικῆσαι ἕτερον ἀγῶνα.f.
ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.