a.
τὸ δὲ κλέος τηλόθεν δέδορκεν: ὁ νοῦς· τὸ δὲ τῆς Ὀλυμπίας κλέος ἄνωθεν ἀπὸ τῆς τοῦ Πέλοπος οἰκήσεως ὁρᾶται· ὡς ἐκείνου τὸ τέλειον τῷ Ὀλυμπιακῷ ἀγῶνι περιθέντος.b.
τὸ τηλόθεν χρονικῶς ἀκουστέον.c.
τὸ 2 δὲ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ δέρκεται· | ἵν᾿ ᾖ, ὁρᾶται.d.
τουτέστι πανταχῆ βλέπεται καὶ ὁρᾶται ὁ Ὀλυμπιακὸς ἀγών. ἰδίως δὲ τὸ δέδορκεν ἐξενήνοχεν ἀντὶ παθητικοῦ τοῦ βλέπεται.e.
ὅτι μακρόθεν ὁρᾶται τὸ κλέος καὶ εἰς δεῖξιν 3 πίπτει.f.
ἄλλως· τηλόθεν δέδορκε: τουτέστι πανταχῆ 4 βλέπεται καὶ βοᾶται ὁ Ὀλυμπιακὸς ἀγών. | τὸ γὰρ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ βλέπεται.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.