a.
νῦν δ᾿ ἐν αἱμακουρίαις: Βοιωτικὴ ἡ φωνή. Βοιωτοὶ γὰρ αἱμακουρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέγουσιν.b.
ὁ δὲ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος ὁ Πέλοψ ἐναγισμοῖς καὶ θυσίαις τελευτήσας τιμᾶται παρὰ τοῖς τοῦ Ἀλφειοῦ ῥεύμασι περισημότατον ἔχων μνῆμα παρὰ τῷ πολυξένῳ βωμῷ.d.
ἄλλως· αἱμακουρίαις: τοῖς μεθ᾿ αἱμάτων γινομένοις ἐναγισμοῖς. κατ᾿ ἐνιαυτὸν δὲ ἐγίνοντο τῷ Πέλοπι, ὡς καὶ τοῖς λοιποῖς. ἡ δὲ ἐτυμολογία ἀπὸ τοῦ κορέννυσθαι τὰς ψυχὰς αἵματος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.