a.
θανεῖν δ᾿ οἷς ἀνάγκα: ἐν δὲ τοῖς ἀνθρώποις, οἷς ἐξ ἀνάγκης τὸ θανεῖν, διὰ τί δή τις ἄδοξον τὸ γῆρας ἐν ἀφανείᾳ καὶ ἀδοξίᾳ καθεζόμενος τήκει καὶ 2 καταναλίσκει μάτην, πάντων τῶν καλῶν | ἀμέτοχος ὑπάρχων; b. ἄλλως· οἷς ἀποθανεῖν ἀνάγκη, τί καί τις καθεζόμενος ὑπὸ τοῦ ἀνωνύμου γήρως ἕψοιτο; τὸ δὲ ἐν σκότῳ καθήμενος, ἀντὶ τοῦ ἀκινησίᾳ καὶ ἀκλείᾳ καθεστώς.c.
ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν 3 γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν.d.
ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ᾿ ἕψεται ὑπ᾿ αὐτοῦ.e.
ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ 4 ἀκλεὲς ὑπάρχον.f.
ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν, 5 διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολμῶντες;Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.