b.
[τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσας:] οἱ ἀναιρεθέντες 4 οὗτοί εἰσι· Μέρμνης· Ἱππόθοος· Πέλοψ ὁ Ὀπούντιος· Ἀκαρνάν· Εὐρύμαχος· Εὐρύλοχος· Αὐτομέδων· Λάσιος· Χάλκων· Τρικόρωνος· Ἀλκάθους ὁ Πορθάονος· Ἀριστόμαχος· Κρόκαλος. τούτῳ τῷ ἀριθμῷ τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (fr. 165) καὶ Ἐπιμενίδης (F H G IV, 405) μαρτυρεῖ:c.
τινὲς δὲ οὕτως αὐτούς φασι ιε΄· Μέρμνην· Ἱππόστρατον· Αἰολοπέα· Πείραντα· Ἀκαρνᾶνα· Ἱππομέδοντα· Ἀλκάθουν· Εὐρύαλον· Εὐρύμαχον· Κρόκαλον· Ἀκρόκομον· Σκόπελον· Λυκούριον· 5 Λάσιον· Χάλκωνα.d.
τινὲς δὲ τοὺς ιγ΄ οὕτως· Μέρμνωνα· Ἱππόθοον· Πέλοπα τὸν Ὀπούντιον· Εὐρύμαχον· Εὐρύλοχον· Ἱππομέδοντα· Λάσιον· Χάλκωνα· Αἰόλιον· Τρικόρωνον· 6 Ἀκαρνᾶνα· Ἀλκάθουν· Ἀριστόμαχον.e.
ἄλλοι δὲ ἓξ εἶναι λέγουσιν οὕτως· Τρικόρωνον· Ἀριστόμαχον· Κυριάνοντα· Αἴολον· Πελάγοντα· Κρόνιον. 7Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.