a.
τῷ μὲν εἶπεν: ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ 1 ἀνταποδίδοται πρὸς αὐτό· ὁ μὲν εἶπεν, ὁ δὲ ἤκουσεν.b.
φίλια δὲ δῶρα Κυπρίας, τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης εἰ εἰς χάριν τινὰ γίνεται· ἀντὶ τοῦ εἰ χάρις ἐραστοῦ πρὸς ἐρώμενον.c.
ἢ Κυπρίας, τοῦ γάμου, ἵν᾿ ᾖ· εἴ τίς σοι χάρις ἐστὶ τοῦ ἐμὲ γῆμαι, σύμπραξον ἡμῖν.d.
ἄλλως· εἴ σοι κεχαρισμένος ἐστὶ τῆς Ἱπποδαμείας . . . . . καὶ εἰ μὴ μέλλεις ἐναντιοῦσθαι τῷ ἔρωτι τῷ πρὸς τὴν Ἱπποδάμειαν. 2 ταύτην γὰρ φίλια δῶρα Ἀφροδίτης εἶπεν.e.
ὁ νοῦς· εἰ τὰ τῆς Ἀφροδίτης δῶρα εἰς χάριν γίνεται, ἅγε τὸ τοῦ Οἰνομάου δόρυ πέδασον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.