e.
τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε 1 τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας | (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεαρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει. 2Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.