c.
ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ 1 τε | Δευκαλίων καὶ ἡ πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν᾿ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.