b.
Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος (FHG I, 48) . δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) και τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.