c.
τὸν Ἡρακλέα φασί τινα Τραχίνιον πεφονευκέναι, εἶτα εἰς Πύλον ἀποδημήσαντα τῆς πατρίδος πρὸς τὸ τοῦ μιάσματος καθαρθῆναι μὴ παραδεχθῆναι ὑπὸ τοῦ τῆς Πύλου τοῦ Νέστορος Νηλέως ἄρχοντος. ἐπὶ τούτῳ διωκόμενον ἆραι χεῖρας κατὰ τοῦ ἄρχοντος. τοῦ δὲ Νηλέως υἱοῦ Ποσειδῶνος τυγχάνοντος, ἐπὶ ἐκδικήσει τοῦ παιδὸς ἐλθεῖν, καὶ οὕτως Ἡρακλέα θάρσους ἐμπλησθέντα τολμῆσαι καὶ κατ᾿ αὐτοῦ καίπερ θεοῦ τυγχάνοντος τῇ οἰκείᾳ δυνάμει χρήσασθαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.