k.
τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. οὐ καθόλου δὲ τρὶς, ἀλλ᾿ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ (p. 226 Bernh.) φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ᾿ ὕμνον εἰς Ἡρακλέα· τριπλόον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. 1 | περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε ὁ αὐλητὴς ἢ ὁ κιθαριστὴς μὴ παρῆν, ὁ ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, ὁ δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ τήνελλα καλλίνικε. ἡ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν· ὦ καλλίνικε χαῖρε ἄναξ Ἡράκλεες.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.