c.
ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν οἱ συστρατεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (E 638 sqq.) · καὶ τετάρτοις· Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρτος 1 γὰρ ἐξ Αἰακοῦ. | Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο ἔχει τὴν ἀναφοράν. 2Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.