b.
ἄλλως· ὁ Ἥλιός, φησι, παρεκελεύσατο τοῖς ἑαυτοῦ παισὶ καὶ Ῥόδης, μελλούσης γεννᾶσθαι τῆς Ἀθηνᾶς, ὅπως αὐτοὶ πρῶτοι θύσωσιν· ἐκεῖ γὰρ μέλλειν οἰκεῖν τὴν 2 θεὸν, | παρ᾿ οἷς ἂν πρῶτον θυσία αὐτῇ ἐπιτελεσθῇ. ἀνερχόμενοι δὲ εἰς τὴν ἀκρόπολιν πρῶτοι οὗτοι ἐπελάθοντο πῦρ κομίσαι. συνέβη οὖν πρώτους Ἀθηναίους θῦσαι· διόπερ 3 καὶ τὴν θεὸν αὐτόθι καθιδρυθῆναι, | τιμῆσαι δὲ καὶ τὴν θεὸν τοὺς Ῥοδίους. διὰ τοῦτο δέ φασι τοὺς Ῥοδίους ἄπυρα θύειν, ὥσπερ οἱ πρῶτοι τῇ Αθηνᾷ ἔθυσαν· τινὲς δὲ ὅτι καὶ φυλαξάντων αὐτῶν ὑπερησθεὶς ὁ Ζεὺς πλοῦτον καὶ εὐδαιμονίαν παρέσχε, δωρησαμένης καὶ αὐτῆς τῆς Ἀθηνᾶς τὴν περὶ τὴν τέχνην ἀρετήν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.