a.
καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον 1 Λικύμνιον ἐκ Φρυγίας Μιδέας † γενομένης γενόμενον Ἠλεκτρύωνι· ἀφ᾿ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσιδίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος, αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.