c.
οὐχ ὥς τινες ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γεγενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ᾿ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ᾿ Ἀφροδίτας ἐπ᾿ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ᾿ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.