c.
τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες 1 τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. παῖδα Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, | ἀλλ᾿ ἐπὶ τῆς Ἀμφιτρίτης· 2 καὶ γὰρ αὕτη ἐνάλιος δαίμων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.