a.
φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον 1 ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· | ἀπὸ τῶν οἴκων δὲ τοῦ 2 πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν νεανίαν τιμήσας· | ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης 3 πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα. 4Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.