c.
πεμπταῖον γεγεναμένον: τοῦτο οὐχ ὡς ἀπὸ 1 τῶν οἰκετῶν· δίδομεν γὰρ αὐτοῖς τὸ εἰδέναι, εἰ καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἀφ᾿ οὗ γέγονεν ἐπίστανται· ἀλλὰ ῥητέον ἐκ τοῦ ποιητικοῦ προσώπου τὸ τοιοῦτον λέγεσθαι. οἱ οὖν οἰκέται τοῦ Αἰπύτου ἐρωτώμενοι ἔλεγον μήτε ἑωρακέναι μήτε ἀκηκοέναι· εἶτα ὁ ποιητὴς ἀφ᾿ ἑαυτοῦ· καὶ ταῦτα πεμπταῖον ἤδη ὂν τὸ παιδίον. 2Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.