b.
ἀρχομένου δ᾿ ἔργου: δύναται τῷ δέ συνδέσμῳ 1 ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον τηλαυγὲς εἶναι. τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτερήματα κατ᾿ ἀρχὴν τῆς ᾠδῆς λέγει.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.