c.
τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος 1 καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμφιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλλοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς. 2Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.