c.
ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον 2 ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· | ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν 3 | καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.