d.
ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ καταβολεῖ, ἀλλὰ Διοσκούροις. καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ παρόν εἰσιν αὐτοὶ οἱ διοικοῦντες τὸν ἀγῶνα· ἔπειτα ὅ τε Ζεὺς καὶ Ἡρακλῆς. ὁ δὲ Ἀρίσταρχός φησι παρὰ τοῖς Ἀκραγαντίνοις διὰ τιμῆς εἶναι τοὺς Διοσκούρους, καὶ πατρίῳ ἔθει καὶ νῦν αὐτοὺς χρῆσθαι. ὁ δὲ Δίδυμος ἱστορικώτερον λέγει καί φησι διὰ τὸ τὸν Θήρωνα ἄνωθεν Ἀργεῖον εἶναι· τιμῶνται δὲ κατὰ τὸ Ἄργος καὶ τὴν Πελοπόννησον οἱ Διόσκουροι. 1Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.