b.
ὁ δὲ νοῦς· ὅταν ᾖ 1 πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. καὶ ἡ Σαπφώ· (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.