b.
Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου 1 (FHG IV, 341) τὴν Γέλαν οἴεται δεῖν ἀκούειν. καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελῴων εἶναι ἀποίκους· ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. κεφαλαιώσει δὲ χρῆται τῇδε· τὸ καμόντες ἔφη προσήκειν μᾶλλον ἀκούειν ἐπὶ τῶν τὴν Γέλαν ἐκτικότων, ἀλλ᾿ οὐ τὴν Ἀκράγαντα. οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς, οἱ τὴν εἰς Γέλαν στείλαντες ἀποικίαν, πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.