a.
ἴσαις δ᾿ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων 1 ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ᾿ ὃν ἐπιλάμπει αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.