b.
ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδε: Χρύσιππος οὕτως ἀκούει· ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμωρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης 2 ἐστὶν εἴτε ἕτερός τις. οὐκ ἀπίθανον δέ, φησιν, | ὑπὸ τῶν τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθονίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον 3 Ἠλέκτρα τῷ Ἀγαμέμνονι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.