d.
ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν 1 οὕτως ἔχουσαν· τὴν ἔν πρόθεσιν, ἀντὶ τῆς εἴς κειμένην, συναπτέον πρὸς τὰ μέτρα· τίς γὰρ τοῖς εἰς τὰ μέτρα ἱππείοις ἔντεσιν ἐχρήσατο πρώτη ἢ σὺ, ὦ Κόρινθε; ἵππεια δὲ ἔντεα ἀκουστέον τὰ Φειδώνεια ἀγγεῖα· ἔντεα γὰρ ἂν εἴη τὰς χοίνικας καὶ τοὺς μεδίμνους λέγων, διὰ τὴν κοιλότητα. καὶ Ὅμηρος (η 232) · ἀμφίπολοι δ᾿ ἀπεκόσμεον ἔντεα δαιτός. τούτων οὖν τῶν εἰς τὰ μέτρα ἐντέων εὑρετάς φησιν εἶναι τοὺς Κορινθίους. διατί δὲ ἵππεια αὐτὰ εἶπεν; ὅτι Φείδων ὁ πρῶτος κόψας Κορινθίοις τὸ μέτρον Ἀργεῖος ἦν· τὸ δὲ Ἄργος ἵππειον λέγουσιν οἱ ποιηταί. Εὐριπίδης (J. T. 700) · ὅταν εἰς Ἑλλάδ᾿ ἵππειόν τ᾿ Ἄργος μόλῃς. 2Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.