c.
ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργότελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴπερ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.