c.
οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χαλεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς τὸν Ἐργοτέλη ἔχει, ἐπειδὴ προσδοκήσας ἐκ τοῦ κατὰ Κρήτην πολέμου καὶ τῆς φυγῆς ἀδέξια τὰ μέλλοντα δι᾿ εὐτυχίαν πολλὴν ὕστερον δόξαν ἐκτήσατο. 1Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.