a.
ἀν᾿ ἵπποισι δὲ τέτρασιν ἕως Ἁλιρροθίου: 1 ἐφ᾿ ἵπποις δὲ τέτρασιν, τεθρίππῳ ἀγωνισάμενος ἐνίκησεν ὁ Ἁλιρρόθιος. ὅθεν τινὲς σῆμα Ἁλιρροθίου κατὰ περίφρασιν ἤκουσαν, οἱονεὶ τὸ σημεῖον καὶ ἡ δόξα τοῦ Ἁλιρροθίου, ὡς καὶ Ὅμηρος· ἱερὴ ἲς Τηλεμάχοιο, καί· βίη Ἡρακληείη. | ὁ δὲ Δίδυμος οὕτω καθίστησι τὸν λόγον. τὴν Μαντινέαν 2 φησὶν εἶναι ἱερὰν Ποσειδῶνος, καὶ παρατίθεται τὸν Βακχυλίδην λέγοντα οὕτω (c. 20) · Ποσειδάνιον ὡς Μαντινέες τριόδοντα χαλκοδαιδάλοισιν ἐν ἀσπίσιν φορεῦντες. ἐπίσημον γὰρ εἶναι τῶν ἀσπίδων τὸν Ποσειδῶνος τριόδοντα, ὅτι παρ᾿ αὐτοῖς μάλιστα τιμᾶται ὁ θεός. ἔσται οὖν τὸ σαφὲς οὕτω | κατ᾿ αὐτὸν, ἔξωθεν παραλαμβανομένου τοῦ ὀνόματος· ἀν᾿ 3 ἵπποισι δὲ τέτρασιν Ἥρως ὁ ἀπὸ Μαντινέας ἐνίκα· ἥ ἐστιν ἡ Μαντινέα σημεῖον καὶ ἱερὰ τοῦ Ποσειδῶνος. Ἁλιρρόθιον γὰρ ἐπιθετικῶς τὸν Ποσειδῶνά φησι. καὶ παρατίθεται τὸ Ὁμηρικόν (Ε 292) · πάσας δ᾿ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. παρατίθεται δὲ καὶ τὸν γράφοντα τὴν Θησηίδα. μαρτυροῦντα τῷ Ἥρωι τὴν τοῦ ἅρματος ἡνιοχευτικὴν ἀρετήν·Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.