c.
ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περισπῶσιν, 1 ἵν᾿ ᾖ Συρακοσίων ἱππιοχαρμῶν. | τὸν γὰρ Ἱέρωνα οὐκ εἶναι Συρακούσιον ὅτε ἐνίκα. κτίσαντα γὰρ αὐτὸν τὴν Κατάνην καὶ προσαγορεύσαντα Αἴτνην ἀπ᾿ αὐτῆς 2 Αἰτναῖον αὐτὸν λέγουσιν. | εὐήθεις δέ φησι Δίδυμος τούτους· τότε γὰρ ὁ Ἱέρων ἦν Συρακούσιος καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. ὁ δὲ Ἀριστόνικος ἀξιοπίστως Αἰτναῖον ὄντα Συρακούσιον ὀνομάζεσθαι. 3Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.