b.
ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι: ἔνιοι οὕτως συνέθηκαν τὸν λόγον· ἐὰν μή με ὁ βίος ταχέως ἐπιλείψῃ, ἀντὶ τοῦ, ἐὰν μὴ τελευτήσω, ἀλλὰ ζῶ, σὺν τῷ ταχεῖ τεθρίππῳ παραγεγονὼς εἰς τὸν εὐδείελον Κρόνιον, τουτέστι τὴν Ὀλυμπίαν, ἐλπίζω γλυκυτέραν σοι καὶ ἡδίω τῆς νῦν ἆσαι ᾠδὴν, ὁδὸν καὶ πρόφασιν τῶν λόγων μου τὴν σὴν εὑρίσκων νίκην.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.