τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας
ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.
δι’ αἰπεινήν τε κολώνην
Οἰωνοῦ Ῥύπης τε πάγον καὶ Ὀνθίδα λίμνην
στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαξον.
ὑπόχλωρόν γε μὲν ἕλκος
κυκλαίνει. τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος.
ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχώρ
ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος
ἀμφί ἑ κυδαίνει χάλκῃ ἴσον.
φολὶς δ’ ἀπέλαμπε φαεινή·
ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον ἀστεροπαῖον.
λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.
φεύγωμεν ἐκ προσώπου
μή σ’ ἐκπερῶν ὁ πρέσβυς
οὐλῇ κατ’ εὐθὺ*
βατηρίῃ καλύψῃ.
δήποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς περὶ σῆμ’ ἐγένοντο,
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ,
θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει,
τῷ μὲν ὑπὸ Σωναῖον ὄρος δρύες ἀμφί τε φηγοί
ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν
οἷά τε παρθενικαί.
λαιμώσσει δέ σου
τὸ χεῖλος ὡς ἐρωδιοῦ.
Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει
δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου·
ἐν δέ οἱ ὄσσε
κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.
λαιμώσσει δέ σου
τὸ χεῖλος ὡς ἐρωλιοῦ].
Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora). Scholia in Nicandrum. Leipzig. 1856.
Funding provided by Center for Hellenic Studies.