Λεξιφάνης.
2—4
τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα* ἦν] ἔοικε τὰ ἀπὸ τοῦ κρύους γινόμενα ἐγκαύματα εἰς τὸ σῶμα ἡμῶν λέγειν. ἀρόματα δὲ τὰ ἀρότρῳ ἐξειργασμένα πεδία. σκάνδικες δὲ καὶ βράκανα εἴδη λαχάνων. κάχρυς δὲ σιτηρὸν ὄσπριον. τὸ δὲ ἐδάρην τὸν ὄρρον ἀντὶ τοῦ ἀνεσύρην, ἐτρίβην τὸν ὑπόταυρον ἤτοι τὴν τράμιν. λεκιθόπωλις δὲ ἡ τὰ ἀληλεσμένα ὄσπρια ἤτοι τὰ βεβρεγμένα πωλοῦσα· οἱ ἰατροὶ δὲ λέκιθόν φασι καὶ τὸ τοῦ ᾠοῦ ὠχρόν. γρυμαιοπώλης δὲ ὁ τὰς εὐτελεῖς ὀπώρας πιπράσκων. σέλγη δὲ . . . πυριάτης δὲ καὶ ἐγκρυφίας ἄρτοι εἰσὶν ὁ μὲν ἐν κλιβάνῳ, ὁ δὲ ἐγκρυφίας ἐπὶ τῇ σποδῷ ὠπτημένος. γήτεια δὲ τὰ κρόμμυα. οἶβος δὲ τὸ περιτραχήλιον ἀπὸ τῶν ὄπισθεν κρέας, λωγάνιον δὲ τὸ ὑπὸ τὸν τράχηλον καὶ μάλιστα τῶν βοῶν. σίλλος δέ ἐστιν ὁ διάστροφος τοὺς ὀφθαλμούς. ἡδύνειν δὲ τὸ σκευάζειν ἤτοι μαγειρεύειν. κάρδοπος δὲ ἡ μάκτρα ἤτοι ἡ πλατεῖά ἐστι σκάφη. ξηραλοιφεῖν δέ ἐστι τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι ἐλαίῳ. γνώμονα δὲ τὸ τοῦ σκιοθηρίου τῆς σκάφης ἤτοι τοῦ ὡρολογίου μέσον ἐπανεστηκὸς κανόνιον λέγει, ὃ τὰς ὥρας δείκνυσι τῇ ἑαυτοῦ σκιᾷ. πόλον δὲ τὸ μέσον καὶ κοῖλον τοῦ αὐτοῦ ὡρολογίου λέγει. Καριμάντας δὲ τοὺς σύγκλυδας οἶμαι καὶ συρφετώδεις φησί. βύζην δὲ ἐπιρρηματικῶς ἀκουστέον τὸ οἱονεὶ διὰ τὴν συνέχειαν τοῦ ὄχλου καὶ τὴν πίλησιν παραβεβυσμένως ἑστάναι καὶ ὠθεῖν τε καὶ ὠθίζεσθαι· τοῦτο γὰρ τὸ ὠστίζεσθαι σημαίνει. τὰ κόρα δὲ δηλονότι δυικῶς τὰς κόρας σημαίνει τῶν ὀφθαλμῶν. σκαρδαμύττειν δὲ τὸ σκαίρειν πυκνῶς τὰ βλέφαρα. φαρμακᾶν δὲ τὰ ὄμματά φησιν ἀντὶ τοῦ φαρμάκων ἤτοι ἰατρείας δεῖσθαι. ~ EVφΩΔ et ex parte Cἐγὼ ’πιδείξω, καθὼς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃς πεσεῖν.
πλάστιγγα ποίαν; τοῦτο τὸ ὑποκείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
τοῦτ’ ἐστὶ πλάστιγξ· ἐὰν μόνον τύχῃ
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται.
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
7—10
κρυψιμέτωπος ὁ διὰ μέγεθος ἐν τῷ ἀνακλᾶσθαι τὸ μέτωπον ἀποκρύβων. μεντορουργὴς δὲ ἀπὸ Μέντορός τινος ὑαλοψοῦ τούτῳ καταχρησαμένου τῷ εἴδει τῶν ποτηρίων, ἃ ἦσαν πρὸς τῷ πυθμένι μεγάλην ἔχοντα τὴν λαβήν, ἀφ’ οὗ καὶ εὐλαβῆ αὐτὰ κέκληκε, βομβυλιὸς δὲ τὸ στρογγύλον, οἷα τὰ νῦν πιθάκνια, δειροκύπελλα δὲ τὰ μακρὰ μέν, εἰς χώνης δὲ τύπον ἐξειργασμένα, γηγενῆ δὲ τὰ ὀστράκεια λέγει, εὐρυχαδῆ τὰ βαθέα καὶ πλατέα, εὔστομα δὲ τὰ λεπτοχειλῆ, ἀνεμοφόρητα δὲ τὰ ἐλαφρότατα διὰ λεπτότητα, διὸ καὶ ἐπήγαγεν ὑμενόστρακα, κυμβία δὲ τὰ στρογγύλα μέν, βαθέα δέ, καὶ φιαλίδες τὰ στρογγύλα καὶ ἀβαθῆ, γραμματικὰ δὲ τὰ γραμμὰς ἴσως ἔχοντα. κυλικεῖον δὲ τὸ δοχεῖον, ὃ ποτηροπλύτην νῦν καλοῦσιν. ἀκροθώραξ δὲ ὁ μέσως πως μεθύων. δικοδίφης δὲ ὁ συνήγορος ἀπὸ τοῦ τὰς δίκας διφᾶν. χρυσοτέκτονα δὲ τὸν χρυσοχόον φησί. λεῖρον τὸν γυναικεῖον κόσμον λέγει παρὰ τὸ ἡδὺν εἶναι, παρόσον καὶ τὰ ἄνθη λείριά φαμεν. ἐλλόβια τὰ ἐνώτια παρὰ τὸ τοῖς λοβοῖς τῶν ὤτων ἐνηρμόσθαι. πέδας τὰ ψέλια. ἄδικον ἡμέραν καὶ ἄλογον τὴν δίκας μὴ ἔχουσαν ἢ δικανικοὺς λόγους. ἐχεγλωττίαν δὲ τὴν ἀργὴν ποιοῦσαν τὴν γλῶτταν. ὀπτὸν τὸν εὐπρόσιτον παρὰ τὸ εὐκόλως ἄνευ τῶν ἀπασχολούντων ὁρᾶσθαι. ἄχρηστα τὰ καινά, οἷς οὐδεὶς ἐχρήσατο. εὐήτριον δὲ τὸ λευκὸν καὶ λεπτὸν ἱμάτιον. ἀρρητοποιοὺς ἑκουσίως διασύρων εἶπε τοὺς τελεστὰς διὰ τὴν μυστηριωδίαν αὐτῶν. ~ EVφΩΔ10—12
ἀμῃγέπῃ: ἀντὶ τοῦ κατά τινα τρόπον, ὅσον δή τι. ἀτι μαγελοῦντι ἀντὶ τοῦ ἐξυβρίζοντι, ἐκφεύγοντι τὴν στρατείαν, περιφρονοῦντι· καὶ γὰρ ἀτιμαγέλας ταύρους φασὶ τοὺς ἐξοιστρῶντας καὶ τὴν ἀγέλην διὰ γενναιότητα ἀθετοῦντας. καρπόδεσμα δὲ καὶ περιδέραιον καὶ ποδο5 κάκαι ἁλύσεις εἰσὶν αἱ μὲν χειρῶν αἱ δὲ τραχήλων αἱ δὲ ποδῶν. τὰ δὲ ἐχόμενα τοῦ γελοίου ἕνεκα πέπλασται, οἷον τὸ ὑπέβδυλλεν καὶ πορδαλέος, ἃ δῆλα πᾶσιν. ἀκροκνεφὲς δὲ τὸ ὀρθρινόν φησιν ἔτι σκοτίας οὔσης. θεοεχθρία δὲ ἡ ὡς ἄν τις εἴποι θεοχολωσύνη. παίζοντος δὲ κατὰ ἐναντίον τὸ ἀπηγχόνισα. ὀκλάξ δὲ ἀντὶ τοῦ ἐπὶ γόνυ καμφθείς. τὸ δὲ βαυκαλῶν οἱονεὶ διαβρέχων ἢ βοῇ καλῶν καὶ συστρέφων, ὃ διὰ τοῦ διακωδωνίζειν παραδηλοῖ. συνεχὴς δὲ τὴν φάρυγγα ἀντὶ τοῦ πεπιεσμένος, συντεθλιμμένος. ἀναφλῶντα δὲ ἀντὶ τοῦ αἰσχρῶς τὸ αἰδοῖον τῆς πόσθης γυμνοῦντα. θαυμάζειν δὲ λέγεται καὶ τὸ φιλοφρόνως τι προσάγειν τινί. Σκοπάδειον δὲ ἀντὶ τοῦ Σκόπα ἔργον· τῶν περιωνύμων γὰρ καὶ οὗτος ἀγαλματοποιῶν. ~ EVφΩΔScholia in Lucianum. Scholia in Lucianum. ed. Hugo Rabe. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.