Κλέωνι] Κλέων δημαγωγὸς ἦν Ἀθηναίων προστὰς αὐτῶν ἑπτὰ ἔτη, ὅς πρῶτος δημηγορῶν ἀνέκραγεν ἐπὶ βήματος καὶ ἐλοιδορήσατο, θρασὺς ὢν καὶ οὕτως, ὥστε, καθὼς Θεόπομπος
[fr. 99. F. H. G. I 294 Müller]
ἱστορεῖ, συνεληλυθότων Ἀθηναίων παρελθεῖν εἰς τὴν ἐκκλησίαν στέφανον ἔχοντα καὶ κελεῦσαι αὐτοὺς ἀναβαλέσθαι τὸν σύλλογον — τυγχάνειν γὰρ αὐτὸν θύοντα καὶ ξένους ἑστιᾶν μέλλοντα — καὶ διαλῦσαι τὴν ἐκκλησίαν. δωροδόκος δὲ εἰς ὑπερβολὴν ὑπῆρχε καὶ τοῦτο δηλοῖ αὐτοῦ ἡ γραφεῖσα ἀπ’ αὐτοῦ Μυτιληναίοις ἐπιστολή· ὕστερον δὲ Μυτιλήνης ἁλούσης ὑπὸ Πάχητος τοῦ στρατηγοῦ τὴν μὲν ἔμπροσθεν ἡμέραν συμπεῖσαι τὸν δῆμον, ὡς χρὴ Λεσβίων ἀπάντων πλὴν Μηθυμναίων τοὺς μὲν ἡβῶντας ἀποκτεῖναι, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι, καὶ τὸ ψήφισμα τοῦτο ἀποστεῖλαι ἐπὶ τῆς Παράλου· τῆς δὲ νυκτὸς τῆς ἐπιούσης
ἐλθόντων ὡς αὐτὸν τῶν ἐπιδημούντων Ἀθήνησι Λεσβίων καὶ δέκα ταλάντοις αὐτὸν ἀργυρίου μετελθόντων μεταπεῖσαι πάλιν τὸν δῆμον καὶ τριήρη ἄλλην ἀποστεῖλαι ἀναιροῦσαν τὸ ψήφισμα. οὕτω Θουκυδίδης
[3, 36 sq.]
. ἐπέστη δὲ καὶ τῇ πρὸς Λακεδαιμονίους εἰρήνῃ, ὡς Φιλόχορος
[fr. 106. F. H. G. I p. 401 Mϋller]
καὶ Ἀριστοφάνης
[cf. Vesp. 665 cum schol.]
προσθεὶς ἄρχοντα Εὔθυνον. Ἀριστοτέλης δὲ ἐν Πολιτείᾳ
[XXVIII 3]
καὶ περιζωσάμενον αὐτὸν λέγει δημηγορῆσαι, εἰς τὴν θρασύτητα αὐτοῦ ἀποσκώπτων. τὰ δὲ ὑπὸ ⸤ τὴν ὄψιν⸥ ἦν ἀργαλέος καὶ μάλιστα τὰς ὀφρῦς, ὡς Κρατῖνος Σεριφίοις
[om. Kock]
. εἶχε δὲ καὶ φωνὴν μεγάλην· Ἀριστοφάνης Σφηξὶν [36] ἐπ’ αὐτοῦ
ἔχουσα φωνὴν ἐμπεπρημένην ὑός
. βυρσοδέψην δὲ αὐτὸν λέγεσθαι Ἰδομενεὺς
[om. Mϋller]
ἤτοι ὡς βυρσοδέψου υἱὸν ἢ ὡς αὐτοῦ ἔτι παιδὸς τὸ ἐπιτήδευμα μεταχειρισαμένου. ἐκωμῳδεῖτο δὲ καὶ ἐπὶ μανίᾳ, ὡς Κρατῖνος Σεριφίοις
[om. Kock]
. ἐξέπλευσε δὲ καὶ στρατηγὸς ἐπ’ Ἀμφίπολιν, ⸤ ἔνθα καὶ ἐ⸥τελεύτα νικηθεὶς ὑπὸ Βρασίδου ἐπὶ ἄρχοντος Ἀμεινίου. ~ ⸤Γ2⸥V