Ι. ΥΠΟΘΕΣΙΣ.
ἀποπλεύσας ἐξ Ἰλίου Ὀδυσσεὺς πρῶτον μὲν τῇ Κικόνων παρέβαλε γῇ, καὶ μίαν αὐτῶν τὴν ἐπὶ θάλασσαν ἐπόρθησε πόλιν, Ἴσμαρον κα- λουμένην, ἔπειτα δὲ Μάλεον παραπλέων Λακωνικῆς ἀκρωτήριον ὑπὸ σφοδροῦ πνεύματος ἐξηνέχθη περῶν μέγα πέλαγος καὶ τῇ τῶν Λωτο- φάγων παρέβαλε γῇ, καὶ ἐντεῦθεν ἀποπλεύσας τῇ Κυκλωπίᾳ τὸν μὲν
ἄλλον στόλον εἴασε πρὸς τῇ νήσῳ καθορμοῦντας. καὶ τέλος ἔσχεν ἐνταῦθα ἡ ῥαψῳδία. H. Q.
Scholia in Odysseam. Scholia in Homerum. ed. Wilhelm Dindorf. United States. 2016.
Sponsored by Harvard College Library.