ΑΛΛΩΣ.
πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶ- ναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προσ- ιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφι- κνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν
τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταί- ρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλό- χον αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν
1 τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκη ἀποπεμ- φθῆναι δεηθεὶς εἰς Ἅιθην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τει- ρεσίου. Q.
Scholia in Odysseam. Scholia in Homerum. ed. Wilhelm Dindorf. United States. 2016.
Sponsored by Harvard College Library.