ΑΛΛΩΣ.
ἐχούσας αὐτὸν συμφορὰς, Εὐρύαλος θρασύτερος ἐπιπλήσσει αὐτόν. καὶ μετʼ αὐτοῦ εὔκλειαν πολυτελῆ καταγγείλας ὁ Ἀλκίνοος ἐκέλευσε Δημόδοκον τὸν κιθαρῳδὸν παρεῖναι· ὑφʼ οὗ ᾄδεται ἄλλα πολλὰ καὶ ὡς Ἀφροδίτη καὶ Ἄρης ἐφωράθησαν ὑπὸ Ἡφαίστου δεσμούς τινας κατʼ αὐτῶν τεχνησαμένου· ἔπειτα καὶ Ἰλίου ἅλωσιν καὶ περὶ τὸν
δούριον ἵππον. ὧν καὶ ἀκροασάμενος Ὀδυσσεὺς ἐδάκρυσεν. ἔνθα πυνθάνεται αὐτοῦ ὁ Ἀλκίνοος τὴν αἰτίαν τῶν δακρύων καὶ προτρέπεται τὰ περὶ αὐτὸν διηγήσασθαι. καὶ τέλος ἐνταῦθα ἔσχεν ἡ ῥαψῳδία. E.H.
Scholia in Odysseam. Scholia in Homerum. ed. Wilhelm Dindorf. United States. 2016.
Sponsored by Harvard College Library.