ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΟΥ
ΠΕΡΙ ΜΕΤΡΩΝ ΤΟΥ ΟΡΕΣΤΟΥ
1.―139.
Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλη′. ὧν τελευταῖος τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.140.―165.
Τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα· εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ιγ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐφεξῆς γὰρ κεῖται ἡνωμένη, καὶ οὐκ ἐκ διαστήματος. τὸ α′ ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἰαμβικῆς βάσεως, ἐχούσης τὸν α′ πόδα ἀνάπαιστον. τὸ β′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ′ καὶ δ’ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ ε′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′ καὶ παίωνος γ′ καὶ συλλαβῆς. ἐν τῷ τῆς ἀντιστροφῆς κώλῳ ἀντίσπαστον ἔχει καὶ ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ, διιάμβου καὶ μολοττοῦ, ἢ κρητικοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον πεντασύλλαβον ἔχει διίαμβον. τὸ η′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ καὶ ἰωνικοῦ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ’ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ ι′ ὅμοιον, δίμετρον ἀκατάληκτον ἐκ χορείων. τὸ ια′ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιβ’ ὅμοιον δίμετρον βραχυκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιγ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ’, διιάμβου καὶ κρητικοῦ, ἢ δακτύλου. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.154.
ἴαμβος χρὴ εἶναι οὗτος ὁ στίχος, ὡς καὶ ὁ τῆς στροφῆς, διὸ οὕτως ἐγράφη παρ’ ἡμῶν ποίαν τύχαν, ποίαν δὲ συμφοράν. καὶ ἔστι τὸ ποι τὸ δεύτερον κοινὴ συλλαβὴ, διὸ καὶ τὸ παρ’ ἡμῶν ἐπινοηθὲν ἐπὶ ταῖς κοιναῖς συλλαβαῖς ἐπετέθη σημεῖον, ὡς καὶ ἐ τοῖς ἄλλοις τοῖς τοιούτοις.166.―173.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν τῷ πρὸς τὰς στροφὰς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ θρόει τίς κακῶν. ἔστι δὲ κώλων ή. τὸ α′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ β′ ἰαμβικὸν ἑφθημιμερές. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· ἐνταῦθα δὲ τὸ κρητικὸν ἔχει τετρασύλλαβον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, ὅμοιον τῷ β′. τὸ ε′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛ′ ἐκ χορείων, ὅμοιον τῷ α′. τὸ ζ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ′ καὶ κρητικοῦ. τὸ η′ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.174.―186.
Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ ιγ′. τὸ α′ τροχαϊκὸν πενθημιμερὲς ἐκ δύο χορείων· εἰ δὲ βούλει, ἰαμβικόν. τὸ β′ καὶ γ′ παιωνικὰ ἡμιόλια, ἐκ παιώνων δ′ καὶ ἰάμβων. τὸ δ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χορείων· εἰ δὲ βούλει, ὅμοιον τῷ α′, καὶ τῆς ἐκεῖ μακρᾶς διαλελυμένης ἐν τούτῳ. τὸ ε′ ὅμοιον τῷ β′. τὸ ϛ′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων β′, τοῦ β′ πενταβράχεος, καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ζ′ καὶ τὸ η′ ὅμοια τῷ β′ καὶ γ′. τὸ θ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ α′. τὸ ί ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον ἐκ β′ ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ′ καὶ διιάμβου. τὸ ια′ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ′ τροχαϊκὸν, ἢ ἰαμβικὸν ἐκ τριῶν χορείων καὶ συλλαβῆς. τὸ ιγ′ ἴωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ, διτροχαίου καὶ ἐπιτρίτου διὰ τὴν ἀδιάφορον, ἢ ἰωνικοῦ. ἐπὶ τῷ τέλει παράγραφος, καὶ διπλῆ ἔσω καὶ ἔξω νενευκυῖα, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσα ἔχειν ἀνταπόδοσιν.182.
187.―194.
Τὸ παρὸν σύστημα ὅμοιόν ἐστι τῷ τῆς προειρημένης στροφῆς συστήματι, οὗ ἡ ἀρχὴ ὁρᾷς ἐν πέπλοις. καὶ τούτῳ γὰρ κῶλα ὁμοίως ἐστὶν η′. ἐπὶ τῷ τέλει παράγραφος.189. 190.
194.
Δίκα ἐνταῦθα γράφε, μὴ δίκαια· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς.195.―207.
Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ στροφῆς, ἧς ἡ ἀρχὴ πότνια πότνια νύξ καὶ αὐτὴ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ καὶ ἰσομέτρων ιγ′, ἐν μέντοι τῷ ϛ′ κώλῳ πεντασυλλάβους ἔχει τοὺς δύο παίωνας· ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μὲν ἔξω νενευκυῖαι, δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀποδιδόμενα, ἤτοι τὰ ἀνταποδιδόμενα, ἐν τῷ ιβ′ κώλῳ.208.―315.
Αἱ ἑξῆς αὗται ἀμοιβαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρή, ὧν τελευταῖος κάματος βροτοῖσιν ἀπορία τε γίνεται. μετὰ μέντοι τὸν ξζ′ στίχον καὶ τὸν ξθ′ κῶλα δύο μονόμετρα βραχυκατάληκτα. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.316.―331.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται. ἔστι δὲ τὸ ᾆσμα μιᾶς στροφῆς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς ιϛ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον, ἤτοι κώλου τμῆμα. τὸ β′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τὸ γ′ ὅμοιον ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ δ’ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου, παίωνος α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ε′ καὶ τὸ γ′ κατὰ πάντα ὅμοια. τὸ ϛ′ ὅμοιον τῷ δ’. τὸ ζ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἐπιτρίτου α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ τῆς ἀντιστροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ η′ ἀσυνάρτητον ἐκ παιωνικῶν ἡμιολίων δύο συγκείμενον. ἕκαστον δὲ ἐκ παίωνός ἐστι δ’ καὶ ἰάμβου. τὸ θ′ καὶ ί κατὰ πάντα ὅμοια. τὸ ιά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος α′ καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἀκατάληκτον. τὸ ιβ′ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ μολοσσοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον ἔχει γ′ ἀντὶ χριάμβου. τὸ ιγ′ ἐξ ἐπιτρίτον γ′ καὶ α′ καὶ συλλαβῆς. τὸ δ’ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τῶν β′ πρώτων ποδῶν χορείων. τὸ ιε′ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τοῦ β′ ἐνταῦθα μὲν πεντασυλλάβου, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς κώλῳ ἑξασυλλάβου, καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ιϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.323.
Τινύμεναι διὰ τὸ μέτρον ἓν ν′ ὀφείλεις γράφειν. οὕτω γὰρ ἔχει πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς οἰκείως.348.―355.
Τοῦτο οὐκ ἔστιν ἐπῳδὸς, ὡς ἄν τις ἴσως οἰηθείη διὰ τὸ κεῖσθαι μετὰ τὴν στροφὴν καὶ ἀντιστροφὴν, ἀλλὰ καλεῖται σύστημα ἐπιφθεγματικὸν, ὡς προσφθεγγόμενον τὸν Μενέλαον προσιόντα. αἱ μὲν γὰρ ἐπῳδοὶ οὐκ εἰσὶ μονοειδοῦς μέτρου, ἀλλὰ διάφοροι, τοῦτο δὲ μονοειδοῦς· κώλων γάρ ἐστιν ἀναπαιστικῶν η′, ὧν τὸ γ′ καὶ τὸ ϛ′ μονόμετρα, ἤτοι ἀναπαιστικὴ βάσις, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ η′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.356.―728.
Αἱ ἑξῆς αὗται περίοδοι τριμέτρων ἀκαταλήκτων εἰσὶν τοα′, ὧν τελευταῖος κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.523.
729.―806.
Ἁρμιδίως ἐνταῦθα τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ πρὸς σπουδὴν τοῦ ὑποκριτοῦ· εἰσὶ γὰρ οἱ ἐντεῦθεν στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ οη′, ὧν τελευταῖος μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος. ἐπὶ τῷ τέλει κορωνίς.807.―830.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς στροφῆς τὰ κῶλα ιβ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου πεντασυλλάβου καὶ χοριάμβου· εἰ δὲ βούλει, ἰωνικὸν, ἢ παιωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων δύο α′ καὶ β′ καὶ συλλαβῆς. τὸ β′ καὶ τὸ γ′ ὅμοια κατὰ πάντα. τὸ δὲ δ’ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου β′. τὸ ε′ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, καλούμενον Εὐπολίδειον, ἑκατέρωθεν ἔχον ἰαμβικὰς συζυγίας, μέσον δὲ τὸν χορίαμβον, καὶ ἔστι τῶν πολυσχηματίστων. τὸ ϛ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ καὶ τροχαίου. ἔχει δὲ ἐνταῦθα τὸν ἰωνικὸν πεντασύλλαβον. τὸ ζ′ ἀναπαιστικὸν πενθημιμερές. ἐνταῦθα δὲ καὶ δάκτυλον ἔχει τὸν α′ πόδα. τὸ η′ ὅμοιον ἑφθημιμερές. εἰ δὲ ἐν τοῖς κώλοις ἀναρμόστως οἱ πόδες κεῖνται, οὐ θαῦμα· τοῦ αὐτοῦ γὰρ μέτρου εἰσὶν ἀμφότεροι, ὅ τε δάκτυλος καὶ ὁ ἀνάπαιστος. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. ἐνταῦθα δὲ πεντασύλλαβον ἔχει τὸν ἰωνικόν. τὸ ί ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου γ′ ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου. τὸ ια′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ ἐπιτρίτου β′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.823.
829.
832.―844.
Τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλά ἐστι ιγ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο δακτύλων καὶ δύο ἀναπαίστων, τοῦ β′ διαλελυμένου καὶ γεγονότος προκελευσματικοῦ, ἤτοι τετραβράχεος. τὸ β′ ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον. εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον. τὸ γ′ ἀσυνάρτητον ἐκ δακτυλικοῦ διμέτρου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου τετάρτου, διιάμβου καὶ βακχείου. τὸ δ’ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ γ′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἀναπαίστου. καὶ ἔστιν ἑφθημιμερές. τὸ ε′ ὅμοιον ἰωνικὸν ἐξ ἐπιτρίτου α′ καὶ ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παιώνων πρώτων δύο καὶ συλλαβῆς. τὸ ζ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ η′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφθημιμερὲς ἐκ παίωνος γ′ ἀντὶ ἰωνικοῦ καὶ μολοσσοῦ. τὸ θ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. τὸ ί ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου β′ πεντασυλλάβου καὶ χοριάμβου, τὸ ια′ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ ιβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τῶν πρώτων δύο ποδῶν χορείων. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ ἐστι σημεῖα τοῦ τέλους τῆς ἐπῳδοῦ.844.―959.
Αὗται αἱ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ριγ′. ὧν τελευταῖος ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.960―970.
Τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται, καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ β′ ὅμοιον, ἐπιμεμιγμένον χορείοις. τὸ γ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ δ′ ὅμοιον τῷ β′. τὸ ε′ ἀσυνάρτητον, ἐκ β′ τροχαϊκῶν πενθημιμερῶν. τὸ ϛ′ ἴαμβος τρίμετρος. τὸ ζ′ ὅμοιον, ἐπιμεμιγμένον καὶ ἑτέροις ποσί. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ β′ ἀναπαίστου. τὸ ί τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ια′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως, καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.973.
οὕτω χρὴ γράφειν καὶ τὰ παρόντα κῶλα, ἵν’ εἴη πρὸς τὰ μέτρα ὀρθά· καὶ ὁ οἶκος ὁ πάλαι διὰ τὰς εὐδαιμονίας ζηλωτὸς ὢν βέβηκε καὶ οἴχεται. καὶ τὸν ἄλλον στίχον πολύστονά τε δὴ καὶ πολύπονα, ἵν’ εἴη ἴαμβος, ὡς ὁ τῆς στροφῆς. ἐλλιπὴς γὰρ ἦν, διὸ καὶ διωρθώθη παρ’ ἡμῶν, καὶ οἶμαι ὡς καλῶς.982.―1012.
Μετὰ τὴν κατὰ σχέσιν στροφὴν ἑτέραν τίθησιν ἀπολελυμένην στροφήν· εἰσὶ γὰρ τὰ παρόντα εἴδη μονόστροφα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα. τὰ κῶλα πάντα λζ′. τὸ α′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ β′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ γ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ δ’ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος κατὰ συνίζησιν καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος δ’ ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον τῷ β′. τὸ η′ ὅμοιον ἐκ χορείων δι’ ὅλου. τὸ θ′ ἰαμβικὴ βάσις. τὸ ί τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ια′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου· εἰ δὲ βούλει, χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ σπονδείου, διιάμβου καὶ σπονδείου αὖθις. τὸ ιβ′ ὅμοιον τῷ β′. τὸ ιγ′ ὅμοιον ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου. τὸ ιδ’ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ιε′ ὅμοιον τῷ ιγ′, καθαρὸν ἰαμβικόν. τὸ ιϛ′ ἀσυνάρτητον ἐκ δύο τροχαϊκῶν ἑφθημιμερῶν· εἰ δὲ βούλει, ἐξ ἰθυφαλλικῶν καὶ ἰαμβικῆς βάσεως. τὸ ιζ′ τροχαϊκὸν πενθημιμερές. τὸ ιη′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α′ ποδὸς δακτύλου. τὸ ιθ′ ὅμοιον τῷ β′. τὸ κ′ ὅμοιον τῷ γ′. τὸ κα′ ἴαμβος τρίμετρος. τὸ κβ′ ὅμοιον τῷ ιέ. τὸ κγ′ ὅμοιον κατὰ πάντα τῷ η′. τὸ κδ’ ἀναπαιστικὸν πενθημιμερές. τὸ κε′ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, ὃ καλεῖται Στησιχόρειον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ κζ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ κη′ ὅμοιον τῷ κδ′. τὸ κθ′ δακτυλικὸν τετράμετρον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς εἴρηται. τὸ λ′ ὅμοιον. τὸ λα′ ἀναπαιστικὴ βάσις· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον. τὸ λβ′ ὅμοιον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ λγ′ ἀναπαιστικὴ βάσις. τὸ λα′, εἰ καὶ ἀναπαιστικὴ βάσις ἐγράφη, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ὡσαύτως καὶ τὸ λγ′ δακτυλικὸν τρίμετρον. τὸ λδ′ ὅμοιον, δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς ἔχοντος συνίζησιν τῶν δύο βραχέων εἰς βραχὺ, ἵνα ἀνάπαιστος γένηται. τὸ λε′ ὅμοιον καθαρόν. τὸ λϛ′ ὅμοιον τῷ γ′ Εὐριπίδειον. τὸ λζ′ ὅμοιον κατὰ πάντα τῷ ιε′, οἵου βούλει μέτρου. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.1013―1017.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς, κώλων ἀναπαιστικῶν ἕξ. ὧν τὸ δ’ μονόμετρον, τὰ δὲ λοιπὰ δ′ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.1018―1245.
Καὶ αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη′, ὧν τελευταῖος ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται. μετὰ δὲ τὸν λδ ′ καὶ τὸν ρλζ′ τμῆμα κώλον τὸ φεῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.1248―1250.
Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται καὶ, ὡς εἴρηται, ἀλλοιόστροφα· εἰσὶ δὲ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα εἰσὶ ε′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ κρητικοῦ. τὸ β′ ὅμοιον τρίμετρον ἀκατάληκτον ἐκ παίωνος β′, ἰωνικοῦ πεντασυλλάβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ δ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο παιώνων δ′. τὸ ε′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Bar. 741251. 1252.
Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν β′. ἐπὶ τῷ τέλει παράγραφος.1248. 1249.
1253―1257.
Ἡ β′ αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τῶν δύο πρώτων ποδῶν χορείων. τὸ β′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰωνικὸν ἀκατάληκτον τρίμετρον ἐκ παιώνων β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ καὶ γ′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον ἀντεστραμμένον πρῶτον ἔχον τὸν χορίαμβον· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. εἶτα παράγραφος καὶ β′ διπλαῖ.1258. 1259.
Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τριῶν. ἐπὶ τῷ τέλει παράγραφος.1261.―1265.
Ἡ γ′ αὕτη στροφὴ κώλων ἐστὶν ε′. τὸ α′ καὶ β′ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰαμβικὸν καθαρὸν ἑφθημιμέρες. τὸ δ’ ἀναπαιστικὴ βάσις, εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος, μονόμετρον ὑπερκατάληκτον. τὸ ε′ ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἐκτὸς νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος, ἐντὸς νενευκυῖα.1266.―1270.
Ἡ ἀντιστροφὴ αὕτη τῆς α′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ Μυκηνίδες ὦ φίλαι. κώλων γάρ ἐστι καὶ αὕτη ε′ ἰσομέτρων ἐκείνοις. τὸ μέντοι α′ κῶλον τετρασύλλαβον ἔχει τὸν κρητικόν. τὸ δὲ β′ οὐ καλῶς εἶχε· διὸ καὶ ἀντιγέγραπται παρ’ ἐμοῦ, καὶ ἔχει νῦν ὀρθῶς. ἐπὶ τῷ τέλει παράγραφος.1271. 1272.
Κατὰ περικοπὴν ἴαμβοι β′ τρίμετροι. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1273―1277.
Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ τί δέ με τόδε χρέος. κώλων γάρ ἐστι καὶ αὕτη ἰσομέτρων ἐκείνῃ ε′. ἐπὶ τῷ τέλει παράγραφος.1278.―1280.
Κατὰ περικοπὴν ἴαμβοι τρίμετροι γ′. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1281.―1285.
Ἡ ἀντιστροφὴ αὕτη τῆς τρίτης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δόχμια νῦν κόρας. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ ε′, ἐν μέντοι τῷ ε′ κώλῳ ἀντὶ ἰάμβου ἔχει σπονδεῖον· ἀδιάφοροι γάρ εἰσιν αἱ καταλήξεις τῶν κώλων καὶ ὁ παρατέλευτος πούς· ἔνθα γὰρ ἰαμβικὴ κεῖται συζυγία, ἐναλλάττουσι τοὺς χρόνους, καὶ ἀντὶ διιάμβου ἐπιτιθέασιν ἐπίτριτον, ὃς σύγκειται ἐκ σπονδείου καὶ ἰάμβου, ἢ ἐξ ἰάμβου καὶ σπονδείου. ἔστι δὲ ὅτε κεῖται καὶ δισπόν δειον. ἐπὶ τῷ τέλει τῆς παρούσης ἀντιστροφῆς παράγραφος.1288.―1290.
Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται κυρίως ἀνομοιόστροφα, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. ἔστι γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα δ′. τὸ α′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου. τὸ β′ ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ σπονδείου. τὸ γ′ καὶ δ′ ὅμοια τῷ πρώτῳ. ἐπὶ τῷ τέλει παράγραφος.1291. 1292.
Κατὰ περικοπὴν στίχοι β′ ἰαμβικοί. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1295. a. b.
Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἀντισπάστου καὶ τροχαίου. τὸ β′ ἰαμβικὸν καθαρὸν πενθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.1296.―1298.
Κατὰ περικοπὴν στίχοι ἰαμβικοὶ γ′. ἐπὶ τῷ τέλει παράγραφος.1299.―1300.
Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ δακτυλικὸν τετράμετρον. τὸ β′ ἀσυνάρτητον ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.1302―1310.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων η′. τὸ α′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ β′ καὶ γ′ καὶ τὸ δ′ καὶ ε′ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· ἔχει δὲ τὸ γ′ τὸν β′ πόδα προκελευσματικὸν, ἤτοι τετράβραχυν, τὸ δὲ ε′ τὸν β′ πόδα χορεῖον. τὸ ϛ′ ἰαμβικὸν ἑφθημιμερὲς ἐκ χορείων. τὸ ζ′ ὅμοιον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.1311.―1360.
Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μή, ὧν τελευταῖος τὰς μὲν γὰρ οἶδα συμφορὰς, τὰς δ’ οὐ σαφῶς. μετὰ δὲ τὸν μβ′ κῶλα τρία. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας καὶ παιώνων β′ ἀντὶ ἰωνικοῦ. τὸ β′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ γ′ ἰωνικὸν ἐξ ἰωνικοῦ ἀπὸ ἐλάττονος, διιάμβου καὶ δακτύλου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῷ τέλει κορωνίς.1361.―1368.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων καὶ στίχων θ′. τὸ α′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ β′ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων β′ δύο καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου, τοῦ δὲ γ′ δακτύλου. τὸ γ′ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ’ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ε′ τροχαϊκὸν πενθημιμερές· εἰ δὲ βούλει, ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου δ′ καὶ συλλαβῆς. τὸ ζ′, η′, θ′ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει παράγραφος.1369.―1379.
Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ καὶ ἀνομοιόστροφα· οὐ γὰρ ἔχει σχέσιν πρὸς τὸ ἑξῆς. τὰ δὲ κῶλα τῆς παρούσης στροφῆς εἰσὶν ια′. τὸ α′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου δ′, παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ διτροχαίου. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ δακτυλικὸν τρίμετρον ἐκ σπονδείων. τὸ ϛ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ζ′ ὅμοιον ἔφθημιμερές. τὸ η′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ τελευταίου ἀδιαφόρου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ′ καὶ β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερές. τὸ ια′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ δακτύλου. ἐπὶ τῷ τέλει παράγραφος. ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.1381.―1392.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων ιε′. τὸ α′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ γ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ καὶ χορείου, ἢ ἀναπαιστικοῦ διὰ τὴν ἀδιάφορον. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ ὅμοιον τῷ β′, τροχαϊκὸν καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ. εἰ δὲ βούλει, τροχαϊκὸν ὅμοιον τῷ δ′, ἰάμβου ἀρχομένου. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ′, ἰωνικοῦ καὶ ἀμφιβραχέος, ἢ βακχείου διὰ τὴν ἀδιάφορον. τὸ η′ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γ′, καὶ παίωνος δ′. τὸ ι′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ σπονδείου. τὸ ια′ τροχαϊκὸν ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δ′ δύο. τὸ ιδ′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ ιε′ ὅμοιον ἑφθημιμερὲς, ὃ καλεῖται λογαοιδικὸν, διὰ τὸ ἔχειν ἐπὶ τῷ τέλει τροχαϊκὴν συζυγίαν. ἐπὶ τῷ τέλει παράγραφος, ἐν εἰσθέσει δὲ στίχοι ἴαμβοι τρίμετροι β′, εἶτα παράγραφος.1395.―1424.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λβ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ δακτυλικῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου. τὸ δ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἔχον συνίζησιν κατὰ τὸν α′ πόδα. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δ′ ἀναπαίστου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον. τὸ ζ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ η′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, ἔχον κατὰ τὸν ε′ πόδα συνίζησιν. τὸ θ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δ′ ποδὸς χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ια′ ὅμοιον καθαρόν. τὸ ιβ′ ὅμοιον. τὸ ιγ′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς (δύο γάρ εἰσι σπονδεῖοι) καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιδ′ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ ιε′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον τὸ ιϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον. τὸ ιζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη′ ὅμοιον, δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ ιθ′ ὅμοιον τρίμετρον καταληκτικὸν, τοῦ δ’ ποδὸς χορείου· ἴαμβος γάρ ἐστι τρίμετρος ἐλλιπὴς μιᾷ συλλαβῇ. τὸ κ′ ὅμοιον τῷ ιϛ′. τὸ κα′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ ἰάμβου. τὸ κβ′ ὅμοιον ἐκ δύο χορείων καὶ ἀναπαίστου καὶ ἰάμβου, ἢ πυρριχίου διὰ τὴν ἀδιάφορον. τὸ κγ′ ὅμοιον ἐκ δ′ χορείων. τὸ κδ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ κε′ ὅμοιον τῷ ιη′. τὸ κϛ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κζ′, τὸ κη′, τὸ κθ′, τὸ λ′, τὸ λα′, καὶ τὸ λβ′ ὅμοιά εἰσι κατὰ πάντα, καὶ εἰσὶν ἰωνικὰ ἡμιόλια, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ ἰάμβου, πλὴν τὸ μὲν κζ′ κῶλον ἀντὶ ἰάμβου ἔχει πυρρίχιον διὰ τὴν ἀδιάφορον, τὸ δὲ λα′ χορεῖον. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.1426.―1451.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λα′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ καὶ τὸ γ′ καὶ τὸ δ′ ὅμοια δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ. τὸ ε′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ϛ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου. τὸ ζ′ ὅμοιον τῷ ε′ ἰθυφαλλικόν. τὸ η′ προσοδιακὸν, ἐναντίον τῷ προρρηθέντι, ἐκ χοριάμβου καὶ παίωνος δ′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. εὕρηται γὰρ καὶ παρὰ Πινδάρῳ τὸ προσοδιακὸν καὶ ἀπ’ ἐλάττονος συγκείμενον, καὶ οὐ μόνον ἀπὸ μείζονος. τὸ θ′ ὅμοιον τῷ β′· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ι′ ὅμοιον τῷ ϛ′ ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, ἐξ ἰάμβου ἀρχόμενον. τὸ ια′ ἀναπαιστικὴ βάσις. τὸ ιβ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς ἐκ τροχαίου καὶ δύο βραχέων ἀντὶ μιᾶς μακρᾶς. τὸ ιγ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον, ἢ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιδ′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ σπονδείου. εἴη ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ τριῶν χορείων. τὸ ιϛ′ ὅμοιον. τὸ ιζ′, ιη′, ιθ′ ἐξ ἐπιτρίτου α′ καὶ ἰάμβου. τὸ κ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. τὸ κα′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ κγ′ ὅμοιον δίμετρον καταληκτικὸν Εὐριπίδειον, τοῦ α′ ποδὸς χορείου. τὸ κδ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. οὕτω γάρ μοι δοκεῖ ταῦτα βέλτιον εἶναι γράφειν. τὸ γὰρ κακὸς Φωκεύς μόνον ἀδιάγνωστόν ἐστι τίνος ἂν εἴη μέτρου, εἰ καὶ δοκεῖ ἀντισπαστικόν. τὸ κε′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, συνίζησιν ἔχον ἐν τῷ α′ ποδί· εἰ δὲ βούλει, ἔστω ὁ β′ ἀνάπαιστος. τὸ κζ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ κη′ καὶ τὸ κθ′ τροχαϊκὰ καὶ ἰθυφαλλικά. τὸ λ′ τροχαϊκὸν πενθημιμερές. τὸ λα′ ἰαμβικὸν, ὅμοιον τῷ κϛ′. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει ἴαμβος τρίμετρος.1453.―1471.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστιν, κώλων δὲ κϛ′. τὸ α′ δακτυλικὸν ἢ ἀναπαιστικὸν ἑφθημιμερὲς, ἐπεὶ ἐκ σπονδείων ἐστί. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ δ’ ἀναπαιστικὸν, ὅμοιον τῷ δευτέρῳ. τὸ ε′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, συνίζησιν ἔχον ἐν τῷ γ′ ποδί. τὸ ζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η′ τροχαϊκὸν πενθημιμερές. τὸ θ′ ἀντισπαστικὸν τρίμετρον κατάληκτον, ἐκ διιάμβου, ἀντισπάστου καὶ κρητικοῦ. τὸ αὐτὸ εἴη ἂν καὶ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερὲς καθαρόν. τὸ ια′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιβ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, Στησιχόρειον καλούμενον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. εἰ δὲ μή ἐστιν ἀκατάληκτον, ― τοιοῦτον γάρ ἐστι τὸ Στησιχόρειον, ―οὐδὲν θαυμαστόν. τὸ ιγ′ ὅμοιον τῷ ζ′, ἰαμβικόν. τὸ ιδ’ τροχαϊκὸν ὅμοιον τῷ ι. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου. τὸ ιϛ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ β′ ποδὸς χορείου. εἰ δὲ τὸ ἴαχεν ἐκτεταμένον βούλει εἶναι, ὡς ηὐξημένης τῆς ἀρχούσης τοῦ παρατατικοῦ, εἴη ἂν τὸ κῶλον τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, τοῦ β′ καὶ τοῦ γ′ ποδὸς δακτύλου. εἴη δὲ καὶ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐκ διτροχαίου, παίωνος β′ καὶ μολοσσοῦ. τὸ ιζ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς. τὸ ιη′ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικῆς βάσεως. τὸ ιθ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ β′ ποδὸς χορείου, τοῦ δὲ δ’ ἀναπαίστου· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος β′, ἀντισπάστου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ κ′ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ β′ ποδὸς καὶ τοῦ γ′ χορείου. τὸ κα′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ κβ′ ἰαμβικὸν πενθημιμερές. τὸ κγ′ ἰαμβικὸν ὅμοιον τῷ ζ’. τὸ κδ′ ἰαμβικὸν τρίμετρον. τὸ κε′ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον. τὸ κϛ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει ἴαμβος. Bar. 74.1472.
Κατὰ περικοπὴν ἴαμβος. Bar. 74.1473.―1503.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστιν, ὡς καὶ αἱ προρρηθεῖσαι, κώλων δὲ λη′. τὸ α′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς ἀναπαίστου. τὸ β′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ γ′ ὅμοιον. τὸ δ′ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ ε′ ὅμοιον τῷ δευτέρῳ καὶ τρίτῳ. τὸ ϛ′ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικοῦ ὁμοίου. τὸ ζ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ η′ παιωνικὸν τρίμετρον κατάληκτον ἐκ παιώνων α′ δύο καὶ βακχείου. τὸ θ′ ἰαμβικὸν ὅμοιον τῷ β′, τοῦ ε′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ ια′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, τοῦ β′ ποδὸς χορείου. τὸ ιβ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον, τοῦ β′ ποδὸς δακτύλου. τὸ ιγ′ δακτυλικὸν τετράμετρον, τοῦ ιγ′ ποδὸς προκελευσματικοῦ τετραβραχέος. τὸ ιδ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ′ ποδὸς προκελευσματικοῦ. τὸ ιε′ ὅμοιον καθαρὸν ἀναπαιστικόν. τὸ ιϛ′ ἀναπαιστικὴ βάσις. τὸ ιζ′ ἰαμβικὸν ὅμοιον τῷ δ′. τὸ ιη′ ἴαμβος ὅμοιος τῷ β′. τὸ ιθ′ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α′ ποδὸς χορείου. τὸ κ′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. εἴη δὲ καὶ τροχαϊκὸν πενθημιμερὲς, δακτύλου ἀρχομένου. τὸ κα′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ τροχαίου. τὸ κβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου. τὸ κγ′ ἀντισπαστικὸν τρίμετρον κατάληκτον ἐξ ἐπιτρίτου α′, διιάμβου καὶ βακχείου. τὸ κδ′ ἴαμβος ὅμοιος τῷ β′, τοῦ δ′ ποδὸς ἀναπαίστου. τὸ κε′ ἰαμβικὸν ὅμοιον τῷ δ′. τὸ κϛ′ ὅμοιον ἑφθημιμερές. τὸ κζ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ′ καὶ δ’ ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον κατάληκτον ἐξ ἰωνικοῦ, παίωνος α′ καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ κή ἰαμβικὸν ὅμοιον τῷ κϛ′. τὸ κθ′ δακτυλικὸν τετράμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον· τέσσαρες γάρ εἰσι σπονδεῖοι. τὸ λ′, τὸ λα′ καὶ τὸ λβ′ τροχαϊκὰ πενθημιμερῆ. τὸ λγ′ ἰαμβικὸν, ὅμοιον τῷ κϛ′. τὸ λδ′ ἴαμβος ὅμοιος τῷ β′, τὸν α′ πόδα ἔχων ἀνάπαιστον. τὸ λε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δ′ χορείων. τὸ λϛ′ καὶ λζ′ ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα. τὸ λη′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ α′ καὶ β′ ποδὸς χορείου. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ὡς τέλος ἔχει τὰ ἀνομοιόστροφα, ἀμφότεραι μέντοι ἔξω νενευκυῖαι. ἐν εἰσθέσει δὲ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων γ′. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1488.
προβολάν κάλλιον γράφειν ἢ προβολήν· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς καὶ ἔν τισι τῶν παλαιῶν βιβλίων οὕτως εὕρηται. Bar. 74.1506.―1536.
Ἡ ἀμοιβαία αὕτη περιστροφὴ, ἤτοι περίοδος, στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν λα′, ὧν τελευταῖος παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται. εἰκότως δὲ τῷ τροχαϊκῷ κέχρηται μέτρῳ πρὸς τὸν τοῦ Ὀρέστου δρόμον. ἐπὶ τῷ τέλει κορωνίς. Bar. 74.1537. 1538.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀνομοιόστροφα κυρίως, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. εἰσὶν οὖν τῆς παρούσης στροφῆς κῶλα δ′. τὸ α′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ γ′ δακτύλου. τὸ γ′ τροχαϊκὸν ὅμοιον πενθημιμερὲς, τοῦ β′ ποδὸς δακτύλου· εἰ δὲ βούλει, ἔστω καὶ τὰ δύο ἰωνικὰ, τὸ ἓν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ δευτέρου καὶ συλλαβῆς, τὸ δὲ ἄλλο ἐκ διτροχαίου καὶ δύο συλλαβῶν. τὸ δ′ τροχαϊκὸν ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1537.
1539. 1540.
Κατὰ περικοπὴν ἴαμβοι δύο. Bar. 74.1541.
Ἡ β′ αὕτη στροφὴ κώλων ἐστὶ δ’. τὸ α′ καὶ β′ ἰαμβικὰ δίμετρα βραχυκατάληκτα· εἰ δὲ βούλει, παιωνικὰ ἡμιόλια, διὰ τὸ κοινὴν ἔχειν ἐν τῷ πρώτῳ ποδὶ συλλαβὴν, τὸ μὲν α′ ἐκ παίωνος τετάρτου καὶ ἰάμβου, τὸ δὲ β′ ἐκ τοιούτου παίωνος καὶ σπονδείου. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου, ὃ καλεῖται Φερεκράτειον. τὸ δ′ ἰαμβικὴ βάσις ἤτοι μονόμετρον· εἰ δὲ βούλει, ἀντισπαστικὸν μονόμετρον. ἐπὶ τέλει παράγραφος. Bar. 74.1543. 1544.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar. 74.1545.―1549.
Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ ζ′. τὸ α′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ β′ ὅμοιον πενθημιμερὲς, τοῦ ω′ ποδὸς χορείου. τὸ γ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀναπαίστων καὶ ἰάμβων· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον ὑπερκατάληκτον ἐκ παίωνος γ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, χοριάμβου, παίωνος γ′ αὖθις καὶ συλλαβῆς. τὸ δ′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαικῆς βάσεως. τὸ ε′ καὶ τὸ ϛ′ παιωνικὰ ἡμιόλια ἐκ παίωνος δ′ καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὰ πενθημιμερῆ, τοῦ α′ ποδὸς χορείου. τὸ ζ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἔξω νενευκυῖαι. Bar. 74.1549.―1553.
Σύστημα κατὰ περικοπὴν ἐν ἐκθέσει τῶν ἀνομοιοστρόφων εἰδῶν στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ε′. ἐχρήσατο δὲ κἀνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸν ταχὺν δρόμον τοῦ Μενελάου, καὶ διὰ τὸ μετὰ σπουδῆς δραμεῖν τὴν Ἠλέκτραν καὶ βοῆσαι τοῖς ἐν τῷ οἴκῳ οὖσι καὶ τὸν φόνον ἐργαζομένοις. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.1554.―1681.
Αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρκη′, ὧν τελευταῖος Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν. ἐχρήσατο δὲ ἐνταῦθα ἰαμβικῷ διὰ τὸ λῆξαι Μενέλαον τοῦ δρόμου καὶ ἱστάμενον ποιεῖσθαι τοὺς λόγους. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς. Bar. 74.1682.―1693.
Ὁ ἐπίλογος οὗτος τοῦ δράματος ἐκ δύο συστημάτων σύγκειται. καὶ εἰσὶ τοῦ μὲν πρώτου συστήματος τὰ κῶλα ἀναπαιστικὰ θ′, ὧν τὰ μὲν η′ δίμετρα ἀκατάληκτα, τὸ δὲ θ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακὸν, τοῦ δευτέρου δὲ συστήματος τὰ κῶλα γ′· τὸ α′ ὅμοιον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τὸ δὲ β′ ἀναπαιστικὴ βάσις, τὸ δὲ τρίτον ὅμοιον ἑφθημιμερές. ἐπὶ τῷ τέλει τοῦ πρώτου παράγραφος, τοῦ δὲ δευτέρου κορωνὶς, ἡ περατοῦσα τὸ δρᾶμα.Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma). Scholia in Euripidem. ed. Wilhelm Dindorf. Oxford. 1863.
Funding provided by Center for Hellenic Studies.