ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
τοῦ Ἄρεος. ἡ διάνοια ἐμφαντικώτερον καὶ ῥητορικώτερον πέφρασται, ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα.
γάμων ἤθελεν, οὐδὲν ἧττον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα. προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν, πρὸς τὸ μὴ πρὸς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν. τερμόνων τʼ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος ἤκουσαν. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὅρος ὁ Ἄτλας, ὅπερ
ἐστὶ δυτικόν. ὁ δὲ πόντος ἀνατολικός.
τὸ ὑπερτιμῶ. οὕτως Ἀττικοί· πρεσβεύειν γὰρ τὸ τιμᾶν.
ἐπαιδεύετο, ὥς φησι Καλλίμαχος.
ἔρωτας αὐτὴ ἀποστέλλει, ὡς καὶ ἐν διηγήσει λέγει. Ἄλλως. καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τοῦτο; ἀλλ᾿ οὕτως αὐτὸ εἶπεν, ὡς ἐκείνου πρὸς κνησμονὴν αὐτῆς τοῦτο ποιοῦντος.
ἀντὶ τοῦ θηρᾶται, ἐκβάλλει. Fl. 2. χθονός: ἀπό. B. rec.
τῆς τιμῆς. Fl. 15.
οὕτως γὰρ ἔδει εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω. συνεχῶς δὲ τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ ὥσπερ ὑγιέστερον οὕτως εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκεκοφυίης ἔτι οὐ πολλοῦ με πόνου δεῖ· ἢ οὕτως, τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ ἀντὶ τοῦ
προκατασκευάσασα, ἐπαυξήσασα τὴν ἐπίνοιαν· ὥσπερ ἂν εἴ τις εἴποι προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ σολοικισμὸς πρὸς τὸ ἀκατάλληλον τῆς πτώσεως. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· προανυσάσῃ μοι τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ ὀλίγα λείπεται πρὸς τὴν τιμωρίαν.
τῶν Ἐλευσινίων ἤρα. καὶ ἐκ τῆς συνεχοῦς θέας δυνατὸν νοῆσαι τὸν ἔρωτα ὅτι πολὺς ἦν, ὡς ἐξ αἰφνιδίου θέας τηλικοῦτον ἰσχῦσαι.
ὡς προειρημένα αὐτὸ λαμβάνειν.
πάντα τὰ ὑποκείμενα. πέτραν δὲ Παλλάδος τὸ Γλαυκώπιον ὅρος.
μὴ παρόντα. B. M. ἄδηλον. B.
A.B.M. Fl. 15. ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης ναὸν ἐπὶ κακῷ Ἱππολύτου. I.
7 Φιλόχορος ἱστορεῖ οὕτω· Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς διαπορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν᾿, ὅταν
ἐπεξέλθωσι τοῖς Ἀθηναίοις καὶ ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ. ἡ δὲ ἱστορία οὕτως ἔχει. Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασι,
καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Παλλαντιδῶν παίδων, ἕνα αὐτὸν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα λοχῶντας, ἵνα
εἰσπέσωσι τῇ πόλει, ὅταν ὁ πατὴρ αὐτῶν Πάλλας ἐγγὺς γένηται. ὁ δὲ Θησεῖ μηνύσας τὴν ἔφοδον αὐτῶν ἀνὴρ ἦν, ὃς ἐκηρύκευε τῷ Πάλλαντι. ὡς οὖν βοηθῶν τῷ Πάλλαντι τοὺς παῖδας αὐτοῦ καταλύοντας ἀνεῖλεν ὁ Θησεύς. ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἑκουσίᾳ φυγῇ ζημιοῦσθαι τὸ μίασμα, ἔξορον αὑτὸν 8 ἐποίησε καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τους συγγενεῖς μετήνεγκεν εἰς ἑαυτὸν ἐκ ταύτης, καὶ πάσης τῆς Πελοποννήσου ἀφώρισεν. ἔθος γὰρ τοῖς ἐφ᾿ αἵματι φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος.
ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν. A.B.I.
μηνυθεῖσαν αὐτῆς ὑφ᾿ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παῤ ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφ᾿ Ἡλίου, παῤ Ἱππολύτου δὲ, ὅτι τὰ περὶ αὐτὴν οὐκ εἶχεν ἐν τιμῇ ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας
ὁμιλίαν.
ἀπώλειαν, καὶ τὸ μὴ τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι.
ἕτοιμος αὐτῷ ὁ θάνατός ἐστιν.
Ἀντιόπῃ δύο χοροὺς εἰσάγει, τόν τε Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Θήβης ἢ Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν “Χορὸς νεανιῶν τῶν συγκυνηγῶν Ἱππολύτου,” ὅπου γε καὶ αὐτὸς προστάττει 11 αὐτοῖς ᾄδειν τὴν Ἄρτεμιν λέγων “ἔπεσθ᾿ ἀείδοντες.” Ἄλλως. ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ εἰσι τινὲς περὶ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων
γυναικῶν ἐστιν.
τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ· ὁ δὲ Φιλόχορος τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μὲν λόγῳ στέφεσθαί φησιν, ἐφ᾿ ἑαυτοῦ δὲ τὸν Ἱππόλυτον ταῦτα λέγειν, ὅτι ἐμαυτὸν σοὶ ἀνατίθημι, ὦ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν 12 φασι καὶ μηδὲν ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον. τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ᾿ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον οὐδὲ δρέπεσθαι τῶν ἀνθέων· τὸ γὰρ “οὐδ᾿ ἦλθέ πω σίδηρος” εἰς τοῦτο καταστρέφει, ὅτι οὐδὲ δρέπεται ὑπό τινος, οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ
τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον, καὶ δοκεῖν ἄνθιμον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ κατάρδεσθαι αὐτόν. Φιλόχορος δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν,
τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ, τῆς ἀδόλου καὶ ἀφθάρτου διανοίας. Ἄλλως. ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν, ἢ ποταμοῖς, ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστῶντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν
ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρὸν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ “ἐξ ἀκηράτου λειμῶνος,” ἐπειδὴ δεῖ πάντως τὸν μετιόντα μουσικὴν καθαράν τε καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν πάντοτε καὶ ἄχραντον ἀπὸ κακοῦ, καὶ μάλιστα τῆς
αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας.
ὕμνον. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ τὸν ἐξ ἀνθέων πεπλεγμένον στέφανον τῇ παρθένῳ καὶ ἄδολον ἔννοιαν, ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ πρόβατα ἄγειν. τὰ γοῦν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρε. σίδηρον δ᾿
ἂν λέγοι ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν τε καὶ κακουργίαν, ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ. βοτὰ δὲ λέγει τὰ ποίμνια, μέλισσαν δὲ ἀλληγορικῶς αὐτὴν τὴν ψυχήν· καθαρώτατον γάρ τι ζῶον ἡ μέλισσα· ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὴν δὲ αὐτὴν εἶπεν, ἤτοι ὅτι ἡ
μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη, ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν.
B.M. Fl. 15 ποιμήν: τὸ λογιστικὸν. B. φέρβειν βοτά: τρέφειν τὰ ποίμνια. B.M. Fl. 15.
γεωργεῖ, καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει καὶ γεωργεῖ. τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε, καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἕνεστι τὸ αἰδημονικόν. ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ
λειμῶνος μόνοις δρέπεσθαι καὶ καρποῦσθαι δέδοται τοιαύτης ψυχῆς καὶ σοφίας ἀπολαύειν. Ἄλλως. ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν
δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι δἰ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ
πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δἰ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἐβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνος δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήαἰδὼς 15 ρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοὺς ποιητὰς αἰδοῦς μεμοιρᾶσθαι πάντων. διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι.
A.B. Fl. 15.
παύσαιμι. Fl. 2.
ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ θεῶν. εἰκὸς γὰρ καὶ αὐτὸν μέλλοντα περὶ τῆς θεοῦ συμβουλεύειν πάσης ἀνθρωπίνης φύσεως ὑπερτιθέναι τὸ κρεῖττον.
λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας, καίπερ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτὸν περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτω καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως. B. Fl. 6.
μάλιστα. τὸ δὲ κάρτα κατ᾿ ἐναλλαγὴν λέγεται στοιχείου κράτα, οἷον κραταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς. B.M.I. καὶ κάρτα γ᾿· ἦ γάρ: εἰ γὰρ μὴ ἀπὸ τῶν ἡττόνων δεχόμεθα λόγους, οὐκ ἐσμὲν σοφοί. B.I. Fl. 15. μὴ ποιήσαντες τοῦτο μηδὲ δεξάμενοι τὴν ἀγαθὴν συμβουλήν. B.
ταῦτα ἐποίησαν.
στόμα: διὰ τῆς Ἀφροδίτης. A.B.M.
ἄλλοι δὲ τὴν Ἀφροδίτην. A.B.M.I. διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. “ἄλλος δ᾿ ἄλλῳ ἔρεζε θεῶν ἀειγενετάων.” A.M.
τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον, μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα. Ἄλλως. εἴης εὐδαίμων τὰ καθήκοντα φρονῶν. λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα.
μυούμενος ἐν νυκτὶ ἐμοὶ οὐκ ἀρέσκει διὰ τὸ νυκτὸς ἀφροδισιάζειν.
τὴν προσφώνησιν ποιησόμεθα. A.B.M.I. ἀντὶ τοῦ ἀπαρρησιάστως λαλῶ. Fl. 15.
ἰταμὸν καὶ ἀναιδὲς καὶ ἄτιμον ἔχων τὸ σπλάγχνον. M. ὑπὸ προπετείας. B.I. ἔντονον: θρασὺν, ὀργίλον. Fl. 15. ἢ σκληρόν. B.
Ὠκεανοῦ δὲ, καθὸ γλυκὺ καὶ πότιμον.
αἷμα,” τὸ τὴν κοτύλην ἀναβάψαν. ἢ ὅτι περὶ τὴν Τροζηνίαν τοιαύτη τίς ἐστι πέτρα, ἐξ ἧς τὸ καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἐν τῷ περὶ ποταμῶν φησί.
τοῦ ἡλίου βολαῖς πέτρας.
ἀκούσασα τῆς βασιλείας τὴν νόσον πρῶτον ἤγγειλεν ἐλθοῦσα. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων προσεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων. ὥστε οὐκ ἀπεικότως πρὸς πλύνουσαν φίλην πυθέσθαι καὶ εἰπεῖν.
B. rec. ὅθεν: ἀφ᾿ ἧς. B. φάτις: φήμη. M.
κρυπτῆς μέλλει ἀποθνήσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης περὶ Ὀρέστου νοσοῦντός φησιν “οὔτε σῖτα διὰ δέρης ἐδέξατο,” ὡς βουλομένου μὲν φαγεῖν, μὴ δυναμένου δὲ καταπιεῖν ὑπ᾿ ἀσθενείας, περὶ δὲ Φαίδρας, ἀσιτεῖν βουλομένης εἰς θάνατον, τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν.
στόματος δέμας: κατὰ περίφρασιν, τὸ στόμα, ὡς δέμας πυρὸς, ἤγουν τὸ πῦρ. Fl. 15. ἁγνόν: ἀμέτοχον. B. ἄθικτον. “ἁγνὴ γάρ εἰμι” Μένανδρος. Fl. 15. ἴσχειν: ἔχειν. B. κωλύειν. Fl. 15.
αὐτὴν ἀσιτεῖν καὶ ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου. B.I.
οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν, καὶ δἰ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν, δοκοῦσαν μαίνεσθαι. Ἄλλως. ἐμάνης ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἐξῆς, ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σὺ γὰρ, ὦ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ
μοι, ἐκ Πανὸς σὺ ἐμάνης, εἴτε ἐκ τῆς Ἥρας, ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω καὶ εἴ τι τούτων ἁμαρτήσασα τὴν ὀρείαν καὶ μανίας αἰτίαν. B.I. Fl. 6.
δοκοῦντα ἐκείνῳ ποιοῦντες. B.I. ἔνθεος: μανική. Fl. 15. ὦ κούρα: γρ. φοιτᾶς. ὦ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἀντὶ τοῦ ἐμμανὴς ἐκ τῆς Ἑκάτης. σὺ γάρ νιν ἔνθεος φοιτᾷς. M. Fl. 15.
ἧς φησιν Ἡσίοδος “μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.”
(λείπει γὰρ τὸ οὖσα), τουτέστι τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα, καὶ μὴ ἀνιερώσασα ἑαυτὴν διὰ τῶν θυμάτων τῇ θεῷ καταπονῇ.
τιμωρούμενοι. B.M.
ἔρωτι τῷ αὐτῆς λάθρα χρώμενον, καὶ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατήχθης. Ἄλλως. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾶς. δύναται δὲ καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις
γυνὴ ἀπατᾷ σου τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν “ὁ δ᾿ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπων.” εἶτα ἡ τροφὸς “ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.” ἀγνοῶν γὰρ καὶ αὐτὸν ἐνόμιζε παρόντα
συνορᾶν τὰ γινόμενα.
ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ. Ἄλλως. τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων, καὶ ἐκ τούτων τῶν παθῶν τῶν ἠγγελμένων, καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχὴν, ὡς καὶ εἰς τηλικαύτην νόσον ἀποσκῆψαι τῆς λύπης. εὐναίᾳ δὲ λύπῃ τῇ εἰς
εὐνὴν κατακλινούσῃ διὰ τῆς νόσου. τουτέστιν, οὕτω συνδέδεται ἡ Φαίδρα τῇ εὐναίᾳ λύπῃ, ὡς ὑπερβαλεῖν ἅπαν πάθος. γράφεται δὲ καὶ πρὸς εὐθεῖαν, ὑπὸ τῆς λύπης εὐναία ἡ Φαίδρα δέδεται τὴν ψυχήν.
ψυχὴ τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ εἰς εὐνὴν αὐτῇ κατακλινούσῃ· ἢ αὐτὴ Φαίδρα εὐναία δέδεται τὴν ψυχὴν, τουτέστιν, οὕτως συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ ὑπερβαλλούσῃ πᾶν πάθος. A.M.
διαφόρους αἰτίας βεβαιοῦν. τὸ δὲ φιλεῖ τέτακται ἀντὶ τοῦ εἴωθε, πέφυκεν. πέφυκε τὸ δυστυχὲς τῆς γυναικείας φύσεως διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων, καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν πρὸς ἄλλας ἐχόντων καὶ ἐπὶ τούτων ἀπορουσῶν τῇ ζηλοτυπίᾳ.
B.I.
γυναικῶν τῆς φύσεως εἴωθε διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείας, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τοῦτο ζηλοτυπουσῶν. A.M. τοῦτό ἐστι πρὸς τὸ “ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχῃγόν.” εἶπε γὰρ ἐκεῖ ὅτι ἢ διὰ τοῦτο
νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφροσύνης. αἱ γὰρ κεκρυμμένως ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυμονήσωσι, τὰς ὠδῖνας
ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι. εἶτα ἐπεὶ ὠδίνων ἐμνημόνευσε πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν. A.
τῇ πρὸς ἄνδρας ἁρμογῇ καὶ συνουσίᾳ. A.B.M. Fl. 15.
καίτοι τῷ ἐκκυκλήματι χρώμενος τὸ ἐκκομίζουσα προσέθηκε περισσῶς. A.M. τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ τὸ ἀκριβὲς τὸ ἔγκλημα τοιοῦτόν ἐστι τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκηνῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ ἔξω προϊοῦσαν αὐτὴν ὑποτίθεται. B.I.
μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου ἀλλόχροον γενόμενον. A.M.
αὐτὴν πρὸ τῆς σκηνῆς, καὶ πάλιν ὁρῶσα αὐτὴν ἀχθομένην ἐπὶ τῇ ἐξόδῳ, τὰ τοιαῦτα λέγει. B.I. Fl. 6.
ἀνάκλισις ὑπαίθριός σοι παρεσκεύασται. καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς 29 λόγος ἦν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου. οἶδα μέντοι τοῦτο, ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἐντεῦθεν στοχάζεσθαι τὸ παλίμβολον σου καὶ δυσάρεστον τῆς νόσου.
ἀνιᾶται διὰ τὸν κακούμενον, καὶ κάμνει περὶ αὐτὸν ἀτυχῶν καὶ ἐνεργῶν ἐν τῷ ὑπηρετεῖν.
καθ᾿ Ἅιδου, καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε. νυνὶ δ᾿ ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν εἶναι μυθεύεται, τούτου χάριν δυσέρωτες μὲν αὐτοῦ ὑπάρχομεν, σφοδρῶς δὲ ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι,
παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου 30 δυνάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέφυκεν. ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες
ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν.
κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, καὶ βέλτιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ κρυπτόμενον, κἂν δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον, διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν, μάτην τοῖς μύθοις πιστεύοντες φαινόμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά. B.I. Fl. 6. 15.
ἔχομεν ἄλλου βιότου καὶ οὐκ ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορμολυττόμεθα, Πυριφλεγέθοντας καὶ Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδον καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γὴν ἐρῶμεν. A.
ἔρωτα φαινόμεθα. Fl. 15.
τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινόμενον μονονουχὶ αὐτὴν ἡμῖν ὑποστήσας τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς, ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς ἐμοὺς βραχίονας, καὶ ταῖς χερσὶν ἀντερειδόμεναι μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ
τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι.
ἔχειν: ὑπάρχειν. Fl. 15.
εὖ οἴσεις τὴν νόσον μετὰ γενναιότητος.
τοσαύτη τέρψις ἀνθέων, ὡς ἀναπαῦσαι τὸν πόθον; B.M.I.
Fl. 15.
ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ, καὶ ἐν τῷ “εἶμι πρὸς ὕλην” ἀναπηδᾶν, ὡς αὐτὴ πορευομένη. τὸ δὲ ἑξῆς οὕτως, πέμ- 33 πετέ μ᾿ εἰς ὅρος πρὸς θεῶν· μᾶλλον δὲ δἰ ἐμαυτῆς πάρειμι καὶ κυνηγεσίων ἐπιθυμῶ, ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμῆσαι, καὶ τὸ ἀκόντιον ἀνατείνασα ῥῖψαι, τὸ δὲ σίδηρον αὐτοῦ ταῖς χερσὶ κατέχουσα οὕτως ἀκοντίζειν.
τὰ αὐτῆς ὄργανα, καὶ ὥσπερ οἱ εἰς ἐπίδειξιν αὐτῆς ἐρχόμενοι ἐρεθίζουσι τῷ λεπτομερεῖ τῆς φράσεως τὸν ἐρῶντα. καθόλου δὲ τοῦτο ἐπὶ τῶν ἐρώντων συμβαίνει. B.I. Fl. 6. πέμπετε: τῷ χορῷ λέγει ταῦτα τῷ ἐλθόντι εἰς ἐπίσκεψιν αὐτῆς. B. Fl. 6. 15.
οἱ κύνες τὰ θηρία φονεύοντες. Fl. 15.
ἐπιπηδῶσαι. B.M.
αὐτὰ τοῖς λόγοις, ἔτι μᾶλλον τὴν ἐπιθυμίαν ἐξεγείρουσι. B.I. Fl. 6.
ἐπίλογχον ἔχουσ᾿ : ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι βέλος ἔχουσα ἐν τῇ χειρὶ τὴν λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον.
Fl. 2.
πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοι ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δ᾿ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει λέγεις;
πέτρα, κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ὑψηλὴ πέτρα, συνεχὲς ὕδωρ στάζουσα.
καὶ συνδιαιτᾶσθαι. τῆς δὲ θαλάσσης καὶ τῆς γῆς φησιν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος “μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.” ἢ ἐπεὶ λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται.
Ἐνέταις Ἀντικλείδα πατήρ.”
A.B.M. μετακινεῖ ἐκ τοῦ καθεστηκότος. B. οἰστρουμένην ὑπὸ ἔρωτος οἷον πῶλον ἐπέχει καὶ οὐ δίδωσι προχωρεῖν εἰς ἐκπλήρωσιν. B.
τὰς φρένας τῶν δεόντων. A. ἐκκόπτει τοῦ φρονεῖν τὰ δέοντα. Fl. 15.
37 λογίᾳ πρὸς ἐκφροσύνην ἐξήρχετο, καὶ πάλιν εἰς ἔννοιαν καθισταμένη τῶν ῥηθέντων ἐσωφρόνει, καὶ ἐπὶ τοῖς ῥηθεῖσιν ὠδυνᾶτο.
ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς. Ἄλλως. τὸ δὲ μαινόμενον ἀντὶ τοῦ, κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι, κρεῖσσόν ἐστι καὶ ὑπερέχει τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν, ὡς εἴ τις λέγοι, λυσιτελές ἐστι μὴ γινώσκοντα
ἀπολέσθαι, ὡς κρείσσονος ὄντος τοῦ τοιούτου βίου.
ὁ πολὺς καὶ ὁ μακρὸς χρόνος καὶ ἡ πολυπειρία τῶν πραγμάτων.
τὸ σῶμα κατατήκειν, καὶ μὴ δυνατὸν λύεσθαι τὴν φιλίαν. B.I. Fl. 6.
ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας.
τῆς ἀληθείας μελέτας ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν. A.B.M.I. ὡς εἴ τις ἐπιμελείᾳ διηνεκεῖ χρῷτο τῷ λόγῳ, ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλλο τι ἐκπίπτει τῷ λόγῳ καὶ εἴς τι μανιῶδες, καὶ τὸ σῶμα εἰς νόσον κατακλίνεσθαι φέρει. B.I. ἀντὶ τοῦ λίαν βλαβερὰς εἶναι.
καὶ καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ σφάλλειν, ὡς εἴ τις ἐπιμελείᾳ καὶ διη- 39 νεκεῖ κτήσει χρῷτο λόγῳ ὡς κατὰ μηδὲν ὑπείκειν, ἀλλὰ καὶ τῷ σώματι οὕτως εἰς ἄλλο τι ἐμπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες καὶ τὸ σῶμα εἰς νόσον κατακλίνεσθαι φέρει τὸ αὐτὸ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν. Ἄλλως. φασὶ δὲ πᾶν τὸ ἐν τῷ βίῳ πρᾶγμα
ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι. A.
τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοὶ, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος “σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος ᾔνησαν περισσῶς.” Ἄλλως. τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας,
οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ
προτιμῶ τὸ μηδὲν ἄγαν, ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον, πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγων παρὰ τὸ ἄγαν. A.
μᾶλλον αἱ γυναῖκες θαρροῦσι τὰ καθ᾿ ἑαυτὰς) ἄλλως τε καὶ γεραιὰν καὶ πιστὴν τροφόν. B.I.
ἐρωτῶσα, ἐρευνῶσα, ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτήσεως. A.M. Ἄλλως. ἔλεγχον ὠνόμασε τὴν μετὰ πολυπραγμοσύνης ἐρώτησιν. A.
τέλος οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ ἡ ἀρχή. εἰ δὲ ἥκεις, πρὸς τὸν χορὸν, ἐμοὶ εἰς ταυτὸ τῆς ἀγνοίας ἥκεις. πάντα γὰρ σιγᾷ, ἀντὶ τοῦ οὐκ ἀποκρίνεται, οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος.
διὰ τοῦτο οὐκ ἐσθίει, ἵνα ἀποθάνῃ.
τῆς κακώσεως. A.M.
φίλη παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν προειρημένων, καὶ σύ γε ἡδίων καὶ πρᾳοτέρα γενήσῃ, εἰ δέξῃ τὴν παραίνεσιν, ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν ἐπαχθής τις εἶναι ἕως τούτου τοῦ μέρους, ἀποστᾶσα ἐπ᾿ ἄλλην πορεύσομαι κρείττονα νουθεσίαν. A.B.I.
A.B. τὴν στυγνὴν τῆς ἀφροσύνης, ὅπου οὐ καλῶς ἠκολούθουν σου τῇ παραινέσει, ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πρᾳεῖαν μετέρχσμαι, τουτέστι τὴν στυγνότητα τοῦ προσώπου ἄφελε, καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι. A.B.M.I. γνώμης ὁδόν: ἀντὶ τοῦ λόγων βάσιν. Fl. 15.
δὲ προσδοκῶσαι πείσεσθαι. καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ 42 τοιαῦτα τὸ τῶν γυναικῶν γένος. ἔοικε δὲ λέγειν ἔρωτας, ἢ τοιοῦτον ἀπόρρητον.
ἄρσενες ἀκοῦσαι τὰς συμφοράς. B.I.
οὕτως οὐδὲ διὰ τούτων.
αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα, ἴσθι ὅτι, ἐὰν θανῇ, μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ “πρὸς τάδ᾿ αὐθαδεστέρα γενοῦ θαλάσσης.” Ἄλλως. 43 γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ θανῇ, μὴ κατέχοντας καὶ δεσπόζοντας τῶν πατρῴων οἴκων.
πλείονα ἐρεθισμὸν κατ᾿ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν οἱ εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι, ὡς καὶ Σοφοκλῆς, ἐν Μυκηναίαις
Ἀμαζόνα: τὴν Ἀντιόπην λέγει. A.M. Fl. 15.
ὄνομα θρηνητικὸν ἐπίφθεγμα εἶπεν. A.B.M. θιγγάνει δὲ σέθεν τόδε: οἷον καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ τῆς ὀρφανίας τῶν παίδων. οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι “ἄλλῃ δ᾿ ἐν τύχῃ χειμάζομαι.” A.B.I.
αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι. A.B.I.
γὰρ πημονὴ ἡ ἔξωθεν ἐπαγομένη καὶ ἐγγινομένη γοητεία παρὰ τῶν ἐχθρῶν. A.B.M.I. μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν, ἐπάγει τι λύπης ἄξιον, ἆρά τινος ἔχθραν ἐπαγωγόν μηχανησαμένης σου· εἰώθασι γὰρ οἱ ἐχθροὶ ἐπαγωγάς τινων δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως, μή τίς σε τῶν ἐχθρῶν ἐφάρμαξε; διὰ τὸ εἰρηκέναι “φρὴν δ᾿
ἔχει μίασμά τι.” A.B.I. πημονῆς: ἐπεὶ ἀσεβής ἐστιν αὐτῆς ὁ ἔρως. A. Fl. 15.
προνοίας αὐτοῦ ἦν ὁ ἔρως. A.B.I.
45 λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω, οὐδ᾿ ἀπολύσομαι.
δεύτερον τὸ κακά. κακόν ἐκτί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά. A.B.I.
ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα, μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν. A.B.M.I. ἢ οὕτως· ἐὰν μή μοι εἴπῃς, ἀποθανῇ, τοῦ δὲ στερηθῆναί σου μεῖζον οὐκ ἔστι μοι κακόν. εἶτα, φησὶν, ἀπολοῦμαι. τὸ δὲ ἀπολέσθαι με τιμήν μοι φέρει. ἡ δὲ γραῦς μὴ νοήσασα τὸ πρᾶγμά φησιν, εἰ τιμήν σοι φέρει τὸ πρᾶγμα, διὰ τί μὴ λέγεις, κρύπτεις
χρηστά. B.I.
ἀξιούσης ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ. A.B.I.
γράφεται δὲ καὶ “ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλά,” ὅ ἐστι, πειρῶμαι μὲν ἀπὸ πορνείας ἐξελθεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν, ἐξ αἰσχρῶν ἐσθλὰ μηχανήσασθαι βουλεύῃ, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν διεξελθοῦσα σαφῶς τὴν
βουλήν. καθόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα ἀντειπεῖν φησιν, ἄπελθε πρὸς θεῶν δεξιᾶς τ᾿ ἐμῆς μέθες. ὅμως γε μὴν ἡ προτέρα γραφὴ βελτίων.
μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα σοφῶν ἀνδρῶν ἐστιν, ἐν οἷς φησι “λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις” καὶ τὰ ἑξῆς. A.B.I.
τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ προγονικήν τινα δυστυχίαν δυστυχοῦντες τοῦτο πάσχομεν. A.B.M.I. γρ. καὶ νεωστὶ, ἵν᾿ ᾖ καὶ ἐκεῖθεν καὶ νεωστὶ δυστυχοῦμεν. A.B.M.
τουτέστι προφάσει τῆς νόσου οὐδὲν μᾶλλον οἶδα ἀκούειν ὃ βούλομαι.
ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι, καὶ πῶς μοι λέγοις ἃ μέλλω λέγειν; ἐπεὶ οὖν, ὡς εἴρηται, πολυμερῶς αἰνιξαμένη τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἀπερυθρῶσα τὸ πάθος ἐξειπεῖν, εἰς τοῦτο ἀπορίας ἦλθε ὥστε ἐρωτᾶν αὐτὴν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰδεστικὸν τοῦ γυναίου τεκμαίρει 48 καὶ τὸ κομματικὸν τῶν νοσούντων. κεκωμῴδηται δὲ ὁ στίχας οὗτος ὑπὸ Ἀριστοφάνους διὰ τὴν κοινότητα καὶ εἰς παροιμίαν μετῆκται.
τὴν ἰδίαν ἀγνοεῖ τοῦ πάθους φύσιν. A.B.I.
ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ κάλλει τοῦ νέου. οἱ σώφρονες γὰρ οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ᾿ ἀναγκαζόμενοι.
τὴν σαφῆ.
49
κατεπάγει, τὸ τῶν λυπουμένων ἦθος μιμούμενος, ὅσοι τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἤκουσας, φησὶ, τῆς τυράννου τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα σύστασιν καὶ ἐνθύμησιν
τοῦ πάθους. οἰκειότατα δὲ μέσον κατεπάγει τὸ σχετλιαστικὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν διάνοιαν. ἀνήκουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα.
πληρῶσαι τὴν σὴν φιλίαν. A.B.
M.
B. Fl. 15.
φύσιν νοήσασα τὸν ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται. A.B.I.
ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν ἀνθρώπων τὸ ἁμαρτάνειν, ἢ ἐκ ῥᾳθυμίας. καὶ κρίνασα ἔγνων 51 ὅτι οὐκ ἐκ φύσεως πρόσεστιν ἡμῖν ἡ κακία. καὶ ἐκ τούτου δῆλον ὅτι τὰ φυσικὰ πάντα καθόλου πᾶσι παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ ὑπνοῦν καὶ τὰ ὅμοια, πτύειν, τὸ διαχωρίζειν, καὶ οὐκ ἄν τινα εὕροις χωρὶς τούτων. εἰ δὲ εὑρίσκεις παρὰ πολλοῖς ἀνθρώποις τὸ εὖ φρονεῖν
καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ φαῦλον· οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί. Ἄλλως. χωρὶς νόσου τυγχάνουσα δηλονότι. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης τῆς τῶν αἰσθήσεων ἀπηλλαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις ἐγκαταγίνεται ζητήμασι. πιθανῶς δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην
αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ τοῦ πάθους ἐκπαιδευούσης.
αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν. γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωμικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν.
κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι, τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.”
εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν. A.B.l.
μία ἡ ἡδονὴ, ἀλλὰ διάφοροι. Μ.
B.
53 φησὶν, ἔσθ᾿ ὅτε κακή· δισσαὶ γὰρ αἱ αἰδοί. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμηρικὸν ἀνέγνω Εὐριπίδης “ἥτ᾿ ἄνδρας μέγα σίνεται, ἠδ᾿ ὀνίνησι.” Ἄλλως. ἐπεί φησιν ὁ Ὅμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ,
δισσὴν δὲ δύναμιν ἔχειν, “Αἰδὼς, ἥτ᾿ ἄνδρας μέγα σίνεται ἠδ᾿ ὀνίνησι.” τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ ἄγνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄνοιαν· ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδώ. τὸ δὲ “ταὔτ᾿ ἔχοντε γράμματα” οἷον ἑνὶ ὀνόματι
καὶ τόνῳ καὶ φθόγγῳ προσαγορευομένας. A.B.I. τὴν αὐτὴν ὁμωνυμίαν. Μ.
ἐτύγχανον γινώσκουσα, καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο, ὅτι οὐκ ἔστι μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ, οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης σωφροσύνης μεταστήσειέ με εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον κατὰ φύσιν,
ἀλλὰ καὶ παῤ ἐλπίδα νοσεῖν ἔρωτα.
αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβολον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον σύμβολον, ὅταν τις ἕτερον μὲν κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δ᾿ εἴπῃ. ἄνοιαν δὲ τὴν πορνείαν καλεῖ, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη
καλεῖται, ἐν ᾗ σώζομεν τὰς φρένας.
εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, ἤτοι μέχρι τοῦ νοσῆσαι καὶ νικηθῆναι τῷ πάθει, ἡδέως ἂν κατηρασάμην τῇ πρώτῃ πορνευσάσῃ. Ἄλλως. μίσημα πᾶσι: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τὸ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν,
ταχέως ἂν ἐξεκέκοπτο, καὶ οὐκ ἐζηλοῦτο.
δὲ συμβάλλει τοῦτο, ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα ἐξ εὐγενοῦς τινος γενόμενον.
κακοήθης τρίτος λέγεται.” παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὅστις βούλοιτο δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσι παντὶ τρόπῳ ὑποσκελίσαι αὐτόν. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός. Ἄλλως. μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον, καὶ οὐ καλύπτεται
ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον, ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι, ἀλλὰ 57 καὶ τοῦ μετ᾿ αὐτόν. Ἄλλως. μόνον δὲ τοῦτό φασι συγκαταστρέφειν καὶ συναπόλλυσθαι τῷ βίῳ, τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι,
εἰδυῖαν ὅτι ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, οὕτω καὶ τοὺς πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασε τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν, ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν αὐτῶν ὁρῶμεν ἁμαρτημάτων. A.B.I. ἁμιλλᾶσθαι: ὑπερνικᾶν. A.
ἀγωνίζεσθαι. B. μὴ νικᾶσθαι ὑπὸ τοῦ χρόνου. B. ἐξισοῦσθαι. Fl. 2.
ἀνθρώποις αἱ δεύτεραι τῶν ἄλλων τῶν πρώτων εἰσὶ χρησιμώτεραι. A. νῦν δ᾿ ἐννοοῦμαι: εἰ καὶ εὐτελὴς, φησὶ, τυγχάνω τὴν γνώμην, καὶ οὐκ ἀπ᾿ ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι.
ἐρῶσι, καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν. A.B.I. λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος, οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύουσι θανάτου, οὐκ ἐπ᾿ ἀνύσει τοῦ ἔρωτος, ἀλλ᾿ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ
ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν. A.
δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ἀλλὰ χρὴ ὑπείκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῇ. A. B.I. πολλὴ ῥυῇ: ἐπιγένηται ῥεύσει. M. ἐπενεχθῇ. B.
αὐξάνειν μέγεθος. ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ὅτι ἀφρογενής ἐστιν, ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει. καὶ ἔοικεν ἐκ τοῦ παραδόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὲ τὸ ἐπὶ γῆς εἶναι τὴν θεόν.
κατὰ τὸ λοιπὸν ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ βουλεύειν τοῖς θεοῖς πᾶσιν ἐπ᾿ ἴσης δηλαδὴ πᾶσιν ἀνθρώποις, ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ ὡρισμένοις τισί σε παραγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων, οἷον οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκειμένην θεοῖς ἢ καὶ πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή. A.
παισὶν ἡμαρτηκόσι δι᾿ ἔρωτα συμβαστάζειν αὐτοῖς τὴν παρὰ τῆς Ἀφροδίτης νόσον, καὶ τοσοῦτον ἀπέχειν τοῦ μέμφεσθαι ὥστε καὶ 61 συγκάμνειν εἰς τοὺς ἔρωτας αὐτοῖς. τὸ γὰρ ἐλέγχειν τὰ τοιαῦτα οὐδέν ἐστιν ἄλλο ἀλλ᾿ ἢ συμφορὰν ὀνειδίζειν.
σημασίαν, τὸ λίαν σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δὲ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ τοῖς ἀνθρώποις. A. οὐδὲ στέγην γὰρ, ὑφ᾿ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, οἱ τέκτονες δηλονότι, καὶ τὸ μέτρον τοῦ διαστήματος τῶν δόμων φυλάξειαν, ὡς μήτε ἐκείνην
πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν.
τῶν πλησίων τὰ μὴ καλὰ ἁμαρτήματα. B.I.
φρενῶν καὶ ἐπ᾿ ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος, καὶ τὴν δεσποτείαν ἄδικον εἶναι, καὶ λέγειν κρείσσω δαιμόνων. A.B.I.
τοὺς νόμους. B.
δαιμόνων: ποῖον τοῦτο. B.
Ἄλλως. καλῶς πως διατίθει τὴν νόσον, καὶ ὑπόταττε σαυτὴν, οἷον μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν. A.B. Fl. 6. 15. καταστρέφου: κατατιθέναι. B.
τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν ἔπαινον τὸν οὐχ ἡδονὴν προξενοῦντα κατὰ τοὺς ἄλλους ἐπαίνους τοῖς ἀκούουσιν, ἀλλὰ θάνατον.
εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους.
τὸν ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς δόμους.
σώφρων. B.
ὡς ἐθάδας τῆς νόσου, μισήσειεν. A.B.I. τὸν ἀληθῆ, τὸν σύντομον, τὸν ἁπλοῦν. B.
νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τούτου μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν. Ἄλλως. τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων
κρείσσονα ἐστίν· ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα.
65 δέ ἐστι τῇ φύσει τὰ λεγόμενα, καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων, μηδὲ σοφιζομένη λέγε ὅτι καλὸν ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου.
καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ᾿ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν γοῦν, φησὶ, δευτέραν χάριν μοι δὸς, δευτέρῳ τρόπῳ πεισθεῖσα τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναταί σου παῦσαι τὴν νόσον καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα δηλονότι τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ
ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενήσεται. Ἄλλως. τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δέδοκταί. σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός. πάντως γὰρ κἀκείνου οὕτως ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινωνίας ἡττηθείης.
καὶ τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῆς ἀποσπάσματι τῆς ἐσθῆτος Φαίδρας συνάπτειν, ἵν᾿, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν, τῷ δι᾿ ἐσθῆτος χρησώμεθα. συνάψαντες γὰρ ἄμφω τοὺς λόγους, ἢ τὰ ἀποσπάσματα τῶν ἱματίων οὕτως ἐπᾴδουσιν, οἷον Ἱππόλυτος ὁ τόδε
εἰπὼν ἐρασθείη Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα εἰπὼν “συνάψαι τ᾿ ἐκ δυοῖν μίαν χάριν.” διὰ γὰρ φυσιολογιῶν τινῶν ἄμφω τὰς φύσεις εἰς ἕνα ξυνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις. τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλ᾿ ἔνδον ποιῆσαι μέλλουσα, πιθανῶς ἤδη
τὸ κεφάλαιον ὑπέθετο τῆς φαρμάξεως. ἔδοξε γὰρ ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς.
κεχρῆσθαι εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν 67 ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, μόνον βούλου, ἀλλὰ μὴ μαθεῖν τῆς ὡφελείας τὴν φύσιν. τὸ δὲ ὄνασθαι ὡς ἵστασθαι. τὸ θέμα ὄνημι.
μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι. A. δέδοικα, φησὶ, μὴ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον. τὸ δὲ “πάντ᾿ ἂν φοβηθεῖσ᾿ ἴσθι” ἀντὶ τοῦ, εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν. A.B.I. σοφή: πανοῦργος. B. μωρὰ, ἀνόητος. Fl. 2.
ἀλλὰ μόνον φησὶν, ἐγὼ ταῦτα θήσω καλῶς, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις.
φρονῶ, ἀρκέσει ἄρα ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν. Ἄλλως. οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας· ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον.
ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου γλυκεῖάν τινα ἡδονὴν εἰσάγων ταῖς ψυχαῖς ἐκείνων, καθ᾿ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν, τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτιθεὶς ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως,
Ἔρως, ὃς κατ᾿ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης. οὐ πάντη δὲ ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐπὶ κακῷ. εἰσὶ γὰρ καὶ ἀρετῶν ἔρωτες. A.B.I.
γὰρ εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνάματα οἰκεῖα ἔρωτι. A.
ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσιν ἔρωτες. A.M.
ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν, οἷον ἵησιν ἐκ χειρὸς ὁ 69 Ἔρως ὁ Διὸς παῖς. εἶτα ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης. ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων. Ἄλλως. ἡ μὲν τοῦ πυρὸς βολὴ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων,
τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος χεῖρόν ἐστι τοῦ σοῦ βέλους.
Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον, καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα, καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ.
φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων. δι᾿ ἔρωτος γὰρ ἀφροδισιάζομεν, καὶ τότε καθ᾿ αὑτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ.
αὐτὴν ἔλαβε πρὸς γάμον. A.B.I. τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφ᾿ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν. A.
οἴκων. ὁ δὲ νοῦς, τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον, ἄνανδρον, ἄνυμφον οὖσαν τὸ πρότερον, τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσεσι τῆς πατρίδος ἐπέδωκεν.
ἔδωκεν, ὅ ἐστι νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν. A.B.I.
κεῖνος Εὔρυτόν θ᾿ ἕλοι.”
τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται. ἀμφιπύρῳ δὲ τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην συγκοιμηθεῖσαν οὐ τῷ Διὶ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι
κατέπαυσεν, κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι. A.B.I. τοκάδα: μητέρα. B. τοῦ Διονύσου γεννήτριαν. M.
θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης περιίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα.
ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστιν ὑπὸ Φαίδρας λεγόμενον.
ἀνέκραγεν. οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν.
ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι.
ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή. ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔσται ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων. A.B.I.
μὴ ἀκούειν οὖν τῶν λόγων οὐδὲ εἰπεῖν δύναται τίς ἡ βοή. παραιτεῖται δὲ πάλιν οὐ θέλουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων. A.B.I. ἰαχάν: γρ. ἰωάν, ἀντὶ τοῦ φωνὴν παρὰ τὸ ἱέναι καὶ ἀναπέμπεσθαι. B.
ὁποία. B.
οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀστόχως. καὶ ἔστιν ὁμοία τῇ παροιμίᾳ, εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρας.
ἱκανῶς ἐπὶ τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος δὲ γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον, ἥλιος δ᾿ ,
ἐπεὶ πάντ᾿ ἐφορᾷ καὶ πάντ᾿ ἐπακούει. Ἀναξαγόρας οὖν τὸν ἤλιον μύδρον ἔφησε, καὶ ἐξ αὐτοῦ πάντα γίνεσθαι. ᾧ ἀκολουθήσας ὁ Εὐριπιδης χρυσέαν βῶλον αὐτὸν εἴρηκεν. ἡλίου δὲ ἀναπτυχαὶ αἱ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι, καὶ ἡμῖν τὰ πάντα δηλοῦσι διὰ τοῦ φωτός.
75 κωλύεις βοᾶν; ἔστι δὲ ὁ λόγος ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου, εἰ δὲ μηδὲν εἴρηκας κακὸν, οὐδέν σε ποιῶ κακὸν, κἂν εἴπω.
κακός, φησὶν οὐ κοινός, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γάρ φησι μέχρι τινὸς καὶ καλὰ σιωπώμενα. Ἄλλως. ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσι.
τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν.
ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησε τῆς σιωπῆς καὶ τῆς διανοίας. ὁ δὲ μὴ προειδὼς ἐφ᾿ ᾧ ὤμοσεν ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενὸς ὀμώμοκεν. Ἀριστοφάνης καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης
καὶ μὴ κρίσει τῆς διανοίας. ἄλλως τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτῶν φυλάττων· φησὶ γὰρ “εἰ μὴ λόγοις θεῶν ἄφρακτος ηὑρέθην,” ὤστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας πλάττειν.
διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος νόσον. φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς, διὰ τί, φησὶν, εἰς τὸ φῶς τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον δὲ τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανὲς
δεινόν.
ἢ χρυσὸν, ἢ χαλκὸν ἐν τοῖς ναοῖς, καὶ οὕτως ἀγοράζειν. τὸ δὲ ἀντιθέντας ἤτοι ἀνατιθέντας, ἢ ἀντὶ τῶν παίδων τιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα· οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας.
ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τὸ ἔργον καὶ
ὁμοίως μεταλάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχῃ.
ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι, πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν, καὶ τὰ ἑξῆς. προκατασκευάσας οὖν λογισμὸν οἰκειότατον τῷ προσώπῳ λοιπὸν κατατρέχει καὶ ἐπὶ τὴν διαβολὴν τῆς γυναικείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ
εἶναι αὐτὰς, εἶθ᾿ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται. A.B.I. ἄξεσθαι: ἀγαγεῖν. A.
πρᾶγμα, ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ, καὶ οὕτως τὴν φύσιν τῆς παιδοποιίας εἰς αὐτὴν σώζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν, ἀντὶ τοῦ τῆς φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος. ἄγαλμα δὲ πᾶν ἐφ᾿ τις ἀγάλλεται. ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ, ὡς ἀνδριάντι ἀναισθήτῳ τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι.
ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικὸς, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν ἕνεκα καλῶν ὄντων, ἢ δι᾿ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων. τὸ σώζεται δὲ πικρὸν λέχος ἀντὶ τοῦ σώζει. γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δ᾿ ἀνωφελεῖς ὑγιῶς κέχρηται.
πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει, πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει, φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκῃ δὲ
περιφραστικῶς τὰ θηρία, ἢ τὰ ἔκγονα τῶν θηρίων.
ἦλθες, ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι. ταῦτα γὰρ μάλιστα τῶν ἱσταμένων διαυγέστερα τυγχάνει.
τῆς ὑποψίας τοῦ ἀμαρτήματος θεραπευτικός. ἢ τάχα προτραγῳδεῖ τὸ πάθος τοιοῦτον μικρὸν ὕστερον, ἐπὶ καταγνώσει μοιχείας ποιῶν κατηγορούμενον.
αὐτῆς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα τοῦτο ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην, καὶ τὴν διαβολὴν αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς
μοιχείας.
διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων. B.I.
ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος, δι᾿ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν.
δεσμὸν δυνηθείη, τῆς κομισάσης Μίδαν εἰς τρυγίαν, ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέδετο ὁ ζυγὸς καὶ ὁ ῥυμός. λόγος δὲ Ἀλέξανδρον διαλῦσαι ἐξελόντα τὸν ἔμβολον, ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. γέγονε δὲ ὁ Ἀλέξανδρος κατὰ τοὺς Εὐριπίδου χρόνους. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν
τι ἐπιχειρούντων λῦσαι. Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδόνων ἱστοριῶν φησιν οὕτως· τῆς δὲ ἀμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ. ἔστι δὲ λόγιον, ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν· ὃς διαβὰς τὸν Ἄμμαντιν
ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε, καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ, ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν, καὶ ταύτην εἶναι τὴν λύσιν, οἱ δὲ, ὡς τὸν ἔμβολον ἐξέλοι, συνείχετο ὁ ζυγὸς πρὸς 82 τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτο κλήματος. τούτου δὲ ἐξαιρεθέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι τὸν δεσμὸν τοῦ ῥυμοῦ.
συμπάθειαν, τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν οἱ ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν, καὶ τῆς ἀξίας δίκης παρὰ θεοῦ ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἀναιτιώτατα
στοιχεῖα, καθὼς καὶ ἄνω φησὶν “ὦ γαῖα μῆτερ, ἡλίου τ᾿ ἀναπτυχαί.”
παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν πάθος παρὸν παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ δυσφοριῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν βίον, καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι. δυσεκπέρατον: δυσμεταχείριστον. Fl. 2. δύσκολον A.
83
ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν.
ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας μὴ καλῶς προσέθηκεν.” οὐ γὰρ οἶδε φύσις εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴτε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι.
ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα.
ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ.
ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης.
ἐξ ἐμῆς ἀνοίας γεγενημένον.
85 μετατρέπουσα, φησὶ, καὶ πολλὰ δοκιμάζουσα, καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον.
ὡς εἰ ἔλεγε, μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει.
ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν, καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις.
ἀνθρώπων χωρίς. τὸ ἑξῆς οὖν οὕτως· πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι, καὶ πλεῖστον ἄποπτος εἴην τοῦ ἀνθρωπίνου γένους. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ, ἤτοι πρὸς τὸ ἄπειρος 86 γενέσθαι τῶν ἐπικαταληψομένων συμφορῶν, ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ, εἰς τὴν κατὰ τοῦ Ἱππολύτου διαβολὴν, καὶ τηλικαύτην ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι ψευδομαρτυρεῖν ἀναγκασθεῖσα κατ᾿ αὐτοῦ. πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρὸν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. ἢ ὅπερ ἄμεινον, καταγνοῦσα
τῆς ἀνθρωπίνης φύσεως, καὶ διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῶον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζώων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται, ὡς καὶ ἐν ἐρημίᾳ
ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις, καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ᾿ αὐτῆς Ἰόνιον πέλαγος κληθέν· ἐν δὲ
τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσαι εἰς φηγοὺς μετεβλήθησαν.
φησιν· αἱ γὰρ αἴγειροι ἐν αὐτῷ τρέφονται. M.
87 (ὁ μὲν γὰρ Ἀδρίας συνέπαθε τῇ βοῒ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι·) ὅπως ἂν πρόφασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι, οἴτινες μάλιστα πεῖραν μετεμψυχώσεως
ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν.
εἰς δένδρα μεταβληθεῖσαι, δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον. πατέρα δὲ αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι αἴγειροι οὖσαι.
εἶναι. διὰ τὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεσθαι εἶναι ἤλεκτρον ὀνομαζόμενον ἐπεὶ καὶ ἠλέκτωρ ὁ Ἥλιος καλεῖται.
ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ λόγος, ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶ, θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα. τὸν νεωστὶ ὑφ᾿ Ἡρακλέους φονευθέντα.
διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει διὰ τὸ ἐν θρήνοις εἶναι.
ναύταις οὐκέτι δίδωσιν, καθάπερ καὶ Πίνδαρος “Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν.”
δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός· ὅθεν καὶ Ἄτλας εἴρηται διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι᾿ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δηλοῖ δὲ καὶ τὸ Ὁμηρικὸν “ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.” εἰρῆσθαι δὲ Ἄτλαντα οἱονεὶ
πολύτλαντα, διὰ τὸ αὐτὸν πάντα βαστάζειν.
πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν τῶν οἴκων τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι.
τοῦ πυρός. ἑτέραν γὰρ ἐμύθευσαν εἶναι γῆν, ἐν πλεῖστα καὶ θαυμαστὰ φύονται· ἐν ταύτῃ γὰρ τὸ Ἠλύσιον πεδίον καὶ τῶν Φαιάκων 89 τὴν γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας καὶ τοῦ ἐπικειμένου πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι καὶ τὸ νέκταρ. φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν καὶ ἀφθαρσίαν.
ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις γεγένησαι.
ἀνῆλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ, φησὶν, ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ.
91 εἶχον οἱ ἀρχαῖοι τοῦτο, ὅτε ἤρχοντο ἀπὸ μαντείας, ἐστεφανωμένοι ἤρχοντο, καὶ πάντες τοῦ οἴκου προσεκύνουν αὐτούς. τὸ δὲ ἑξῆς· οὐκέτι μοι ὡς θεωρῷ προσφθέγγεται ὁ οἶκός μου ἀγαθὰ, ἀλλὰ φαῦλα· οὐ γὰρ ὡς θεωρόν με ἀξιοῖ προσκυνεῖν, ἀλλ᾿ ἔχω ἀφελέσθαι
τὸν στέφανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ ἐκ θεοῦ στελλόμενοι, ἢ ὕστερον ὑποστρέφοντες.
παλαίοντες. A.B.I. Ἄλλως. ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χειρός.
μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι, ἢ πρός τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων; B.I.
προγόνων, ἀναλαμβάνω τοιαύτην δυστυχίαν παρὰ θεῶν;
κνέφος: σκότος. παρὰ τὸ κενὸν εἶναι φάους. A.
μοι, ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται. A.
A.B.I. ἀλλ᾿ ἀπωλόμην: ἡ ἀλλὰ ἀντὶ τοῦ γάρ. A. τὸ δὲ ἔλιπες ἔλιπες, ὦ φίλη, ἀντὶ τοῦ ἀπέθανες, ἔλιπες τὸ ζῆν. καὶ τὸ ἰὼ τάλας ἀντὶ τοῦ τάλαινα· καὶ γὰρ ταῦτα τοῦ χοροῦ φασιν εἶναι. B.I.
ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς. A.B.I. Ἄλλως. ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας. A.
ἀπήγξω, περὶ οὗ φοβοῦμαι μὴ καὶ ἕτερόν τι πάθω κακόν.
σημᾶναι ἡ δέλτος αὕτη.
ἀβιώτου. A. θάνατος τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι. πρὸς τὸ κρανθὲν γὰρ νῦν ἀντὶ τοῦ πρὸς τὸ συμβάν. B.I. ἤτοι ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι. A.
δεσποτῶν οὐκ ἔτ᾿ ὄντας λέγω. τὸ δὲ φεῦ φεῦ διὰ μέσου.
95 μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται. A. οἰωνόν: προμήνυμα. B. rec.
μοι τοῦ λόγου, εἰ μέτεστί μοι τοῦ λόγου. B.
ἕρκος ὀδόντων. δυσεκπέρατον δὲ δυσαπάλλακτον, δυσεπίληπτον. B.I. δυσεκπάλαιστον· ἢ τὸ δυσκόλως περαινόμενον καὶ γινόμενον, ἢ τὸ δυσεπίληπτον. A. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ ἕρκος ὀδόντων. τὸ δὲ δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς τῷ στόματι Ἄλλως·
πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιωπήσω. A.
τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου, τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ἀποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον.
ἤμπλακες.”
ἐν γὰρ, τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν· οὐδὲν ὄφελος, φησὶν, οὐδὲ κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή ἐστι.
τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου.
αὗται. λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν “οἷσιν οὐκ ἔνεστι νοῦς·” εἰς νοῦν γὰρ ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει, εἰς δὲ ἄνουν μάτην ἐκρίπτεται.
φρονεῖν τοὺς μὴ φρονοῦντας.
ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἰ μὲν ἡ ἄδικος φωνὴ θελήσει ψεύσασθαι, ἠλέγχετο καὶ οὐδεὶς ἠπατᾶτο.
“κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν” ἀντὶ τοῦ κεκρύφασι. A.
ἔξεδροι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου, οἷον μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλʼ ἔξω τῆς διανοίας ὄντες. A.B.I. οἱ τὸν ἀκούοντα ποιοῦντες ἔξω τῶν φρενῶν καὶ τῆς διανοίας. καὶ τοῦτο γὰρ ὕβρις τοῦ Θησέως τὸ λέγειν τοὺς αὐτοῦ λόγους μωρούς. B. rec.
πανούργους. Ἄλλως. εἰσὶ φύσεις ζώων πρὸς ἑτέρας φύσεις ζώων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος “ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονες.” καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις ἡ
ἡμετέρα τῶν χωρίων. ὅταν, φησὶν, εἰς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρημίας; ἀλλʼ ἐκεῖ θῆρες. εἰς τὰ ἡμέτερα χωρία; ἀλλʼ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις τοὺς κακοὺς χωρήσει.
μοι τὸ σὸν πρόσωπον, ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ. A.
99
λογέμποροι λεγόμενοι, καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοῖς λόγοις καπηλεύοντες καὶ τοῖς σιτίοις τοῖς διʼ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ ἁγνεύετε, ὡς οἱ φιλόσοφοι μηδὲν κατὰ τῶν ἐσθιομένων ζώων ἢ ἑτέρων ἐσθίοντες, ἀλλὰ σῖτον μόνον, καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα ὡς σώφρονα. ἐπεὶ γὰρ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ
ἐμψύχων ἀπέσχοντο. ἀνάγει δὲ τοὺς χρόνους· περὶ ἑαυτοῦ γὰρ βούλεται αἰνίξασθαι ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν, ἀεὶ τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα.
ἄσκησιν. A.B.I. ἐνθουσία. Fl. 2. τιμῶν καπνούς: τιμῶν οἰκίας τὰς ὑπὸ τῶν φορολόγων εἰσγεγραμμένας. B. rec.
σε φονεῦσαι, διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως ταύτης. ἔμπορος δὲ διοικήτρια, προνοητικὴ, πρακτική.
εἶναι ἐν ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὒ, ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές.
καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς τὴν ὑπὸ Ἀθηνᾶς ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν.
πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων, καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν ὡς τῷ δεδειχότι σημεῖόν τι ἐν
101 τῇ πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν· ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας, ὥστε
ἀνακεῖσθαι τῇ θεῷ Ἀθηνᾷ. A.
ἀνὰ μέσον τῆς ὁδοῦ, καὶ ἐκράτει τοὺς παριόντας καὶ προσεμέτρει τῷ κραββάτῳ. καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ κονδὸς ἦν, μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ, ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττηθήσομαι,
οὐ μὴ πιστεύσῃ ἐκεῖνος ὁ Ἴσθμιος ὅτι ἐγὼ αὐτὸν ἐφόνευσα. Σίνις: υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὁ καὶ Πιτυοκάμπτης.
βρωθῆναι ὑπὸ τῆς χελώνης.
ξύστασις: πύκνωσις, λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται. A.B.
οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς λόγον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος· καὶ τοὐναντίον, φησὶν, οἱ παῤ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν.
φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας, μηδὲ θέλοντας ἀδικεῖν.
ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς.
καὶ νομίζεις με μιανθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν.
σου κοίτην. Ἄλλως. μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυ'ναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην.
εἰ μὴ ἐκστῇ τῶν φρενῶν. τὸ δὲ ἑξῆς, εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία.
καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς. Ἄλλως. εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγὼ, ὅ ἐστιν, εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις.
ἐγὼ δὲ ὁ ἔχων οὐκ ἐσωφρόνησα, ἀλλʼ ἐβουλήθην αὐτῇ μιγῆναι αὐτῆς μὴ βουλομένης; A.B.I. Ἄλλως. τινὲς δὲ κατʼ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν; Ἄλλως. ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη·
ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατʼ αὐτὴν καὶ δηλῶσαί σοι. A.
τὸ γὰρ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες.
εἰ γὰρ ἐγῶ πατὴρ σὸς ἤμην, οὐδαμῶς ἐφυγάδευον, ἀλλʼ ἐφόνευον νευον ἄν σε, εἰ ὑπελάμβανον τὴν γυναῖκά μου διαφθείραντα.
διὰ τὸ μὴ κρίνεσθαι αὐτοὺς πολλάκις.
ταύτῃ πιστεύω. τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμώζειν. οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλʼ αὐτὴ παθοῦσα, καὶ πλέον ἄλλων εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφʼ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις.
κλῆρον οὖν τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς. A.B.I. κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν. A.
ἐγχωρεῖ μὴ πεῖσαί με, καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδὲν εἰπεῖν. Ἄλλως. πολλάκις, φησὶν, ἂν εἴπω, οὐ πείθω τι καὶ τοὺς ὅρκους παραβαίνω. A.B.I. Ἄλλως. οὐκ ἄν ποτε πείσω τοὺς περὶ Θησέα, οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους, οὓς πρὸς τὴν τροφὸν
τῆς Φαίδρας ἐποιησάμην. A.
διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται; B.I.
μᾶλλον σεαυτὸν ἤσκησας σέβειν.
Ἀττικόν.
ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον, καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα, ἐκ τοῦ τοὺς μὲν ἀδίκους εὖ πράττειν,
τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πάσχειν κακῶς. ὁ δὲ νοῦς, ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων ἐλαττοῦ
καὶ ἀπολείπομαι, βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι, καὶ οὐ μέγα φρονῶ. A.B.I. Ἄλλως. ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις, καθʼ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων περὶ τὴν ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω
αὐτὰ, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν 109 ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν, καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας, τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθὴς, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων. Ἄλλως. ὁπηνίκα,
φησὶν, ἐνθυμοῦμαι ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι. A.
Ἄλλως. νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν τῇ διανοίᾳ ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος. A. ἐλπίδι κεύθων: ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω. Fl. 6.
οἷον πολλὴ μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων.
ὂν τοῖς ἀνθρώποις.
μεταφορᾶς τῶν κιβδήλων νομισμάτων. A.B.I. Ἄλλως. εἰς ἄκρον τελείᾳ ἐν εὐτυχίᾳ, ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος, καὶ μήτε βασιλείᾳ 110 ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλίψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐχρήσατο, κατʼ ἐναντίωσιν τοῦ ἀτρεκὴς, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης. A. δόκησις δὲ μήτε ἀτρεκὴς ἀντὶ τοῦ
ἀκριβὴς, μεγάλη, ἄκρα. B. παράσημος: ἀδόκιμος. B. οἰκτρὰ, εὐτελής. B.
εὔκολον δὲ ζωὴν εἰς τὸν καθʼ ἡμέραν χρόνον ἀεὶ διαδεχοίμην, καὶ σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται δὲ καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι τὸ μεταβαλλομένη ἀντὶ τοῦ μεταβάλλουσα. δύναται δὲ πάλιν εἶναι καὶ τὰ ἤθη μεταβαλλομένη.
τὴν ἐφεξῆς ἡμέραν, μεταβαλλομένη καὶ μεταπίπτουσα εἰς συνήθεις διαγωγάς. A.
τῶν ἀνθρωπίνων πραγμάτων. οὐκ ἔτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν 111 οὐκ ἔχω γὰρ ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος.
τῆς Ἀττικῆς. καὶ Ὅμηρος “εὐρυάγυιαν Ἀθήνην.” B. ἐπεὶ τὸν Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα δὲ λέγει τὸν Ἱππόλυτον διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ.
Ἄρτεμις Δίκτυννα. A.B.I. Ἄλλως. οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν Δίκτυνναν παρεπομένην τῇ Ἀρτέμιδι. Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσου διὰ 112 μεθόθου δικτυηρᾶς οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον. διὰ τὸ ὑπὲρ τῆς μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεται ὡς δεῖ, ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς,
μάλιστα δὲ τῇ Ἀρτέμιδι. δῆλον δὲ ἐκ τοῦ καὶ Ἑκάτην ὀνομάζεσθαι. A.
τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι; ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως, οὐδὲ ἐκ χώρας, ἀλλʼ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες καὶ Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τῆς εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετᾶν πώλων βήσῃ, ὡς τὸ “ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο.”
ἔνθα Λιμνῆτις Ἄρτεμις καλεῖται. παρὰ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων.
ἄϋπνος: πρωί. B. ἄντυγι: ἡ περιφέρεια. B.
λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι. A.B.I. τινὲς δὲ τὸ ἀστέφανοι κατʼ ἐπίτασίν φασιν ἀντὶ τοῦ πολυστέφανοι ἔσονται, τὸ α λέγοντες ἐπιτατικόν. B.I. κόρας: Ἀρτέμιδος. τῆς κόρης πρὸς τὸ Λατοῦς. B.
ὅ ἐστι φιλονεικία καὶ ἐναντίωσις. B.
γὰρ Τροιζῆνος τοὺς ὄρους φησίν. ἀστυγείτονας δὲ πόλεις τὰς δύο φησὶ, Τροιζῆνα καὶ Ἀθήνας. B.I.
φονεύει αὐτόν;
κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου.
ἄθροισις, ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου.
μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς.
ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεσημείωται ὅτι οὐ λέγουσι τὴν ἐπʼ εὐθείας. B. ὅσον: εἰς. B.
εἰς τὸ πέλαγος, καὶ αὐτὸς δὲ τῇ μανίᾳ φερόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸ αὐτὸ πέλαγος, καὶ ἐκεῖ ἀπεπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς θυγατρὸς Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς αὐτοῦ μαχομένους περὶ τῆς βασιλείας. καὶ ἦν εἱμαρμένον μὴ περιληφθῆναι
τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ὃς εἶχε χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὑτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας κατʼ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν, ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον. ἡ δὲ θυγάτηρ αὐτοῦ 117 Σκύλλα θεωρήσασα τὸν Μίνωα, ἐφίλησεν αὐτὸν, καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν πόλιν, εἰ λάβοι αὐτὴν γυναῖκα. ὁ δὲ συνέθετο. καὶ παραγενομένη τέμνει τοῦ τεκόντος τὸν πλόκαμον, καὶ τὴν πόλιν παρέδωκε. καὶ μετὰ τὸ παραλαβεῖν τὴν πόλιν ἔλαβεν αὐτὴν ἐπάνω
τοῦ πλοίου, καὶ ἔδησεν αὐτὴν εἰς τὸ πλοῖον. καὶ ἔμεινε συρομένη ἐν τῇ θαλάσσῃ. καὶ διὰ τοῦτο ἐκλήθη τὸ πέλαγος Σαρωνικόν. ἐκπεσοῦσα δὲ ἐν τῇ θαλάσσῃ καὶ θηρίον γενομένη τὴν ἰδίαν φύσιν οὐδαμῶς μετέβαλεν.
ἑώρων τὴν Σκειρωνίδα ἀκτήν.
τὴν στενὴν γῆν, τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων. διαφέρει δὲ ἰσθμὸς πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο θαλασσῶν πορεύσιμος τόπος, πορθμὸς δὲ τὸ ἀνάπαλιν. καὶ τέθριππος ὄχος τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων ἐζευγμένον, τοῦ Ἱππολύτου δηλονότι.
ὡς ναύτης κώπην ἕλκων εἰς τοὔπισθεν. Ἄλλως. ὥσπερ δὲ ναύτης ζάλης οὕσης κρατεῖ τὸ πηδάλιον καὶ διασώζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα ἐκράτει.
B.I. Ἄλλως. τὰ μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι. A.
ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων, ἢ τῶν πελαγίων, ἢ τῶν ἐν τῇ γῇ, ἣν ὁ ἥλιος καταλάμπει.
πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδʼ ἀνέχεις. μεταβὰς δὲ μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν, καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον.
καὶ τὴν σωφροσύνην. γενναιότητα δὲ λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα.
σοῦ υἱοῦ. A.B.I. τὸ δὲ “γνώμῃ νικᾶν τὴν Κύπριν πειρωμένη” ἀντὶ τοῦ τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ, διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός. B.I.
ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν.
ἔρρευσεν. B. κατὰ σοῦ ἐρράγη τὰ κακά. A.
Θησέως πρὸς Ποσειδῶνα τρεῖς, πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δευτέρου ἐκ λαβυρίνθου, τρίτον Ἱππολύτου θάνατον.
εἰς αὐτὸ, ἵνʼ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπʼ εὐθείας, καὶ συναπτόμενον τοῖς ἑξῆς. τινὲς εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵνʼ ᾖ καθʼ ἑαυτὸ τὸ κῶλον καὶ ὁ τέ σύνδεσμος ὁ ἑξῆς περιττός.
ἐκείνων εἰς ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος. ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν Παλλαντιδῶν φόνον. εἰς δὲ τὸ τί ποτε λείπει ἡ διά, ἵνʼ ᾖ, διὰ τί ἐπʼ ἐμὲ τὸν οὐδὲν ὄντʼ ἐπαίτιον τῶν κακῶν. ὁ δὲ ποτέ παρέλκει.
ἢ ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν. Ἄλλως. ἴσθι ὅτι ἐμίσησέ σε σωφρονοῦντα, διότι ἐμέμφθη ὑπὸ σοῦ, καὶ οὐκ ἠξιώθη τιμῆς. A.B.I. Ἄλλως. ἐμέμφθης, φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο. A.
ἄν με καὶ χωρὶς αὐτῶν· οὕτως ἦσθα ὠργισμένος. Ἄλλως. καὶ ἄνευ τῆς κατάρας ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς τοῦ λογισμοῦ.
ὁ Ἄδωνις, ἀλλʼ ὑπʼ Ἄρεως. ἄδηλον οὖν τίνα φησί.
καὶ κελευούσης. B.
πάσχοντες θρῆνον ἐμποιοῦσι. αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον ἐπικρατοῦσι. τὸ μᾶλλον γὰρ ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ ὑπερθετικοῦ.
Scholia in Euripidis Hippolytum. Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.