ΤΡΩΙΑΔΕΣ.
ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝ.
διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αίσντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ τῷ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως
ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, 1 τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ τὸν Ἀστυάνακτα κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα.
Scholia in Euripidis Troiades. Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.