ΡΗΣΟΣ.
I. ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΥΠΟΘΕΣΙΣ.
Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς, στρατευομένων Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀφείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει
καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος. Ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων Τρωϊκῶν, οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν.
II. ΥΠΟΘΕΣΙΣ ΡΗΣΟΥ.
Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεψαν οὐχ εὑρόντες τὸν στρατηγόν. σὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξε· τὸν γὰρ ἐκ τούτου κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτους δὲ ἐπιφανεὶς Ἀλέξανδρος ἐπίστασθαι
πολεμίων παρουσίαν. ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς, ὡς δῆθεν ὑπὸ Ἀφροδίτης, ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν, καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθʼ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος, ἵνα αὐτὸς περιγίνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου ἐπιμελητὴς
διʼ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος ἀπολογουμένου τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου μήτηρ ἡ Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ ἐκείνου γεγενημένον Ῥῆσον οὐδʼ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν,
τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη λύπην. 2 Τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνει χαρακτῆρα. ἐν μέντοι ταῖς διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται, καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται.
ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως
διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως·
Scholia in Euripidis Rhesum. Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.