Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
τῶν Θηβαίων γένος: —
M
gA
g
Σπαρτῶν γένναν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: —
M
iTA
ἀσπιδοφέρμονα θίασον ἔνοπλον: ποιεῖς δηλαδὴ θίασον ἀσπιδοφέρμονα: —
MTA
ἄλλως: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν. παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: —
TAB
ἄλλως: ὁ νοῦς οὕτως· κοσμήσας χορὸν οὐ θυρσοφόρον, ἀλλ’ ἀσπιδοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλ’ ἀντίπαλον, οὐ κισσῷ κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη· θυρσοφόρον θίασον σύγκωμον κατὰ σύμφυτα ὄρη κισσῷ κοσμήσας οὐ κατὰ τείχη: —
MTAB
† ἄλλως: κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ νεβρίδων ἐκείνῳ συγχορεύων. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν τῷ Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)