Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
μέθετον τὸ λίαν, μέθετον: ἄφετε τὸ λίαν φιλονεικεῖν. μηδὲν ἄγαν: —
MTA
ἄλλως: ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ
[705]
τῷ λίαν χρῆσθαι καλῶς —
MTAB
ἄλλως: ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελές, ἀλλὰ τῷ μὲν λέγει· εἰς τί φιλοτιμῇ τυραννεῖν, τῷ δέ· εἰς τί πολεμεῖς τὴν πατρίδα. ἐχρῆν δὲ τοῦτο συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὥσπερ ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐτοὺς ἀλληλοκτόνους γενομένους κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν: —
MTAB
ἐάσατε: —
M
gA
g
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)