Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἀνυμέναια δ’ Ἰσμηνός: ἀνυμεναίως ἀχορεύτως: —
MM
gTAB
g
ἄλλως: οὐ μετέσχε τῶν σῶν ὑμεναίων οὐδὲ συνήσθη τῇ σῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά. εἰώθε σαν δὲ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζῳοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρίαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ ἀνυμεναίως τῆς λουτροφόρου χλιδᾶς· τὴν τρυφὴν γὰρ ταύτην νομίζουσιν οἱ ποταμοί: —
MTA
ἄλλως: ἐπεγάμβρευσε δὲ τῷ Ἀργείῳ ὁ Ἰσμηνὸς μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας. ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)