ἔστι γάρ τις ἐναλία
Εὐβοιὶς αἶα τῇδε βάκχειος βότρυς
ἐπ’ ἧμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω
κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας·
εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον,
γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς·
δείλῃ δὲ πᾶσα τέμνεται † βλαστουμένη
† ὀπώρα καλῶς κἀνακίρναται ποτόν: — MTAB
Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.