Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
τῶν σφοδρῶς χεομένων. ἢ κύκλῳ ῥεομένων. ἀκάρπιστα δὲ πεδία τὴν θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων λέγει
[frg. 60]
·
ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω καὶ Αἰσχύλος Νηρεΐσι
[frg. 146]
·
δελφινηρὸν πεδίον πόντου διαμειψάμεναι —
MTAB
† ἄλλως: τὸ ἑξῆς τοῦ λόγου· ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύσαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους τῆς Σικελίας περὶ τὸ στενὸν, ὅ ἐστι τὸ Ἰόνιον πέλαγος, εἰς ὃ ἐμβάλλουσιν οἱ ἀπὸ Συρίας εἰς Ἑλλάδα ἀπιόντες: —
TA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)